Περὶ τῆς τῶν διατιθεμένων χωρῶν ἐπισκέψεως Περὶ μὲν οὖν τοῦ πρώτου καὶ τοπικοῦ τὴν διάληψιν ποιησόμεθα τοιαύτην· κατὰ γὰρ τὰς γινομένας ἐκλειπτικὰς συζυγίας ἡλίου καὶ σελήνης, καὶ μάλιστα τὰς εὐαισθητοτέρας, ἐπισκεψόμεθα τόν τε ἐκλειπτικὸν τοῦ ζωδιακοῦ τόπον καὶ τὰς τῶν κατ’ αὐτὸν τριγώνων συνοικειουμένας χώρας· καὶ ὁμοίως τίνες τῶν πόλεων ἤτοι ἐκ τῆς κατὰ τὴν κτίσιν ὡροσκοπίας καὶ φωσφορίας ἢ ἐκ τῆς τῶν τότε ἡγεμονευόντων μεσουρανήσεως συμπάθειαν ἔχουσι πρὸς τὸ τῆς ἐκλείψεως δωδεκατημόριον. ἐφʼ ὅσων δʼ ἂν χωρῶν ἢ πόλεων εὑρίσκωμεν τὴν προκειμένην συνοικείωσιν, περὶ πάσας μὲν ὡς ἐπὶ πᾶν ὑπονοητέον ἔσεσθαί τι σύμπτωμα, μάλιστα δὲ περὶ τὰς πρὸς αὐτὸ τὸ τῆς ἐκλείψεως δωδεκατημόριον λόγον ἐχούσας καὶ ἐν ὅσαις αὐτῶν ὑπὲρ γῆν οὖσα ἡ ἔκλειψις ἐφαίνετο.Περὶ τοῦ χρόνου τῶν ἀποτελουμένων Τὸ δὲ δεύτερον καὶ χρονικὸν κεφάλαιον, καθʼ ὃ τοὺς καιροὺς τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα προσήκει διαγινώσκειν, ἐπισκεψόμεθα τρόπῳ τοιῷδε. τῶν γὰρ κατὰ τὸν αὐτὸν χρόνον γινομένων ἐκλείψεων μὴ κατὰ πᾶσαν οἴκησιν ἐν ταῖς αὐταῖς καιρικαῖς ὥραις ἀποτελουμένων, τῶν τε ἡλιακῶν τῶν αὐτῶν μηδὲ τὰ μεγέθη τῶν ἐπισκοτήσεων ἢ τὸν χρόνον τῶν παρατάσεων κατὰ τὸ ἴσον πανταχῆ λαμβανουσῶν, πρῶτον μὲν κατὰ τὴν ἐν ἑκάστῃ τῶν λόγον ἐχουσῶν οἰκήσεων ἐκλειπτικὴν ὥραν καὶ τὸ τοῦ πόλου ἔξαρμα κέντρα ὡς ἐπὶ γενεσεως διαθήσομεν· ἔπειτα καὶ ἐπὶ πόσας ἰσημερινὰς ὥρας ἐν ἑκάστῃ παρατείνει τὸ ἐπισκίασμα τῆς ἐκλείψεως· τούτων γὰρ ἐξετασθέντων ὅσας ἂν ἰσημερινὰς ὥρας εὕρωμεν, ἐφʼ ἡλιακῆς μὲν ἐκλείψεως ἐπὶ τοσούτους ἐνιαυτοὺς παραμένειν ὑπονοήσομεν τὸ ἀποτελούμενον, ἐπὶ δὲ σεληνιακῆς ἐπὶ τοσούτους μῆνας, τῶν μέντοι καταρχῶν καὶ τῶν ὁλοσχερεστέρων ἐπιτάσεων θεωρουμένων ἐκ τῆς τοῦ ἐκλειπτικοῦ τόπου πρὸς τὰ κέντρα σχέσεως. πρὸς μὲν γὰρ τῷ ἀπηλιωτικῷ ὁρίζοντι ὁ τόπος ἐκπεσὼν τήν τε καταρχὴν τοῦ συμπτώματος κατὰ τὴν πρώτην τετράμηνον ἀπὸ τοῦ χρόνου τῆς ἐκλείψεως σημαίνει καὶ τὰς ὁλοσχερεῖς ἐπιτάσεις περὶ τὸ πρῶτον τριτημόριον τοῦ καθʼ ὅλην τὴν παράτασιν χρόνου· πρὸς δὲ τῷ μεσουρανήματι, κατά τε τὴν δευτέραν τετράμηνον καὶ τὸ μέσον τριτημόριον· πρὸς δὲ τῷ λιβυκῷ ὁρίζοντι, κατὰ τὴν τρίτην τετράμηνον καὶ τὸ ἔσχατον τριτημόριον. τῶν δὲ κατὰ μέρος ἀνέσεων καὶ ἐπιτάσεων ἀπό τε τῶν ἀνὰ μέσον συζυγιῶν, ὅταν κατὰ τῶν τὸ αἴτιον ἐμποιούντων τόπων ἢ τῶν συσχηματιζομένων τόπων αὐτοῖς συμπίπτωσι, καὶ ἀπὸ τῶν ἄλλων παρόδων, ὅταν οἱ ποιητικοὶ τοῦ προτελέσματος ἀστέρες ἀνατολὰς ἢ δύσεις ἢ στηριγμοὺς ἢ ἀκρονύκτους φάσεις ποιῶνται, συσχηματιζόμενοι τοῖς τὸ αἴτιον ἔχουσι δωδεκατημορίοις·ἐπειδήπερ ἀνατέλλοντες μὲν ἢ στηρίζοντες ἐπιτάσεις ποιοῦνται τῶν συμπτωμάτων, δύνοντες δὲ καὶ ὑπὸ τὰς αὐγὰς ὄντες ἢ ἀκρονύκτους ποιούμενοι προηγήσεις ἄνεσιν τῶν ἀποτελουμένων ποιοῦσιν.Περὶ τοῦ γένους τῶν διατιθεμένων Τρίτου δʼ ὄντος κεφαλαίου τοῦ γενικοῦ, καθʼ ὃ δεῖ διαλαβεῖν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα, λαμβάνεται καὶ τοῦτο διὰ τῆς τῶν ζῳδίων ἰδιοτροπίας καὶ μορφώσεως καθʼ ὧν ἂν τύχωσιν ὄντες οἵ τε τῶν ἐκλείψεων τόποι καὶ οἱ τὴν οἰκοδεσποτίαν λαβόντες τῶν ἀστέρων, τῶν τε πλανωμένων καὶ τῶν ἀπλανῶν, τοῦ τε τῆς ἐκλείψεως δωδεκατημορίου καὶ τοῦ κατὰ τὸ κέντρον τὸ πρὸ τῆς ἐκλείψεως. λαμβάνεται δὲ ἡ τούτων οἰκοδεσποτία ἐπὶ μὲν τῶν πλανωμένων ἀστέρων οὕτως. ὁ γὰρ τοὺς πλείστους λόγους ἔχων πρὸς ἀμφοτέρους τοὺς ἐκκειμένους τόπους, τόν τε τῆς ἐκλείψεως καὶ τὸν τοῦ ἑπομένου αὐτῷ κέντρου, κατά τε τὰς ἔγγιστα καὶ φαινομένας συναφὰς ἢ ἀπορροίας καὶ τοὺς λόγους ἔχοντας τῶν συσχηματισμῶν, καὶ ἔτι κατὰ τὴν κυρίαν τῶν τε οἴκων καὶ τριγώνων καὶ ὑψωμάτων ἢ καὶ ὁρίων, ἐκεῖνος λήψεται μόνος τὴν οἰκοδεσποτίαν· εἰ δὲ μὴ ὁ αὐτὸς εὑρίσκοιτο τῆς τε ἐκλείψεως καὶ τοῦ κέντρου κύριος, δύο τοὺς πρὸς ἑκάτερον τῶν τόπων τὰς πλείους ἔχοντας, ὡς πρόκειται, συνοικειώσεις συμπαραληπτέον, προκρινομένου τοῦ τῆς ἐκλείψεως κυρίου εἰ δὲ πλείους εὑρίσκοιντο καθʼ ἑκάτερον ἐφάμιλλοι, τὸν ἐπικεντρότερον ἢ χρηματιστικώτερον ἢ τῆς αἱρέσεως μᾶλλον ὄντα προκρινοῦμεν εἰς τὴν οἰκοδεσποτίαν. ἐπὶ δὲ τῶν ἀπλανῶν συμπαραληψόμεθα τόν τε αὐτῷ τῷ ἐκλειπτικῷ χρόνῳ συγκεχρηματικότα πρῶτον τῶν λαμπρῶν ἐπὶ τῆς παρῳχημένης κεντρώσεως κατὰ τοὺς διωρισμένους ἡμῖν ἐν τῇ πρώτῃ συντάξει τῶν ἐννέα τρόπων φαινομένους σχηματισμούς, καὶ τὸν ἐν τῇ φαινομένῃ κατὰ τὴν ἐκλειπτικὴν ὥραν διαθέσει, ἤτοι συνανατείλαντα ἢ συμμεσουρανήσαντα τῷ κατὰ τὰ ἑπόμενα κέντρῳ τοῦ τόπου τῆς ἐκλείψεως.Θεωρηθέντων δὲ οὕτως τῶν εἰς τὴν αἰτίαν τοῦ συμπτώματος παραλαμβανομένων ἀστέρων, συνεπισκεψώμεθα καὶ τὰς τῶν ζῳδίων μορφώσεις ἐν οἷς ἥ τε ἔκλειψις καὶ οἱ τὴν κυρίαν λαβόντες ἀστέρες ἔτυχον ὄντες, ὡς ἀπὸ τῆς τούτων ἰδιοτροπίας καὶ τοῦ ποιοῦ τῶν διατιθεμένων γενῶν ὡς ἐπὶ πᾶν λαμβανομένου. τὰ μὲν γὰρ ἀνθρωπόμορφα τῶν ζῳδίων τῶν τε περὶ τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον καὶ τῶν κατὰ τοὺς ἀπλανεῖς ἀστέρας, περὶ τὸ τῶν ἀνθρώπων γένος ποιεῖ τὸ ἀποτελούμενον. τῶν δὲ ἄλλων χερσαίων τὰ μὲν τετράποδα περὶ τὰ ὅμοια τῶν ἀλόγων ζῴων, τὰ δὲ ἑρπυστικὰ περὶ τοὺς ὄφεις καὶ τὰ τοιαῦτα. καὶ πάλιν τὰ μὲν θηριώδη περὶ τὰ ἀνήμερα τῶν ζῴων καὶ βλαπτικὰ τοῦ τῶν ἀνθρώπων γένους, τὰ δὲ ἥμερα περὶ τὰ χρηστικὰ καὶ χειροήθη καὶ συνεργητικὰ πρὸς τὰς εὐετηρίας ἀναλόγως τοῖς καθʼ ἕκαστα μορφώμασιν, οἷον ἵππων ἢ βοῶν ἢ προβάτων καὶ τῶν τοιούτων. ἔτι δὲ τῶν χερσαίων τὰ μὲν πρὸς ταῖς ἄρκτοις μᾶλλον περὶ τὰς τῆς γῆς αἰφνιδίους κινήσεις, τὰ δὲ πρὸς μεσημβρίαν περὶ τὰς ἀπροσδοκήτους ἐκ τοῦ ἀέρος ῥύσεις. πάλιν δὲ ἐν μὲν τοῖς τῶν πτερωτῶν μορφώμασιν ὄντες οἱ κύριοι τόποι οἷον Παρθένῳ, Τοξότῃ, Ὄρνιθι, Ἀετῷ καὶ τοῖς τοιούτοις, περὶ τὰ πτηνὰ καὶ μάλιστα τὰ εἰς τροφὴν ἀνθρώπων τὸ σύμπτωμα ποιοῦσιν, ἐν δὲ τοῖς νηκτοῖς περὶ τὰ ἔνυδρα καὶ τοὺς ἰχθῦς. καὶ τούτων ἐν μὲν τοῖς θαλαττίοις, οἷον Καρκίνῳ, Αἰγόκερῳ, Δελφῖνι, περὶ τὰ θαλάττια, καὶ ἔτι τὰς τῶν στολῶν ἀναγωγάς ἐν δὲ τοῖς ποταμίοις οἷον Ὑδροχόῳ καὶ Ἰχθύσι, περὶ τὰ ποτάμια καὶ τὰ πηγαῖα· κατὰ δὲ τὴν Ἀργὼ περὶ ἀμφότερα τὰ γένη. ὡσαύτως δ̓ ἐν τοῖς τροπικοῖς ἢ ἰσημερινοῖς ὄντες κοινῶς μὲν περὶ τὰ τοῦ ἀέρος καταστήματα καὶ τὰς οἰκείας ἑκάστοις αὐτῶν ὥρας ἀποτελοῦσι τὰς ἐπισημασίας, ἰδίως δὲ καὶ περὶ τὸ ἔαρ καὶ περὶ τὰ ἐκ τῆς γῆς φυόμενα. κατὰ μὲν γὰρ τὴν ἐαρινὴν ἰσημερίαν ὄντες περὶ τοὺς βλαστοὺς τῶν δενδρικῶν καρπῶν, οἷον ἀμπέλου, συκῆς, καὶ τῶν συνακμαζόντων·