ὅθεν οἱ κατοικοῦντες τὰς χώρας συγκατεσχηματισμένοι μᾶλλον ἀπέβησαν καὶ κεκραμένοι τοῖς τε σώμασι καὶ ταῖς ψυχαῖς· ἡγεμονικοὶ μὲν καὶ αὐτοὶ τυγχάνοντες καὶ γενναῖοι καὶ ἀνυπότακτοι διὰ τὸν τοῦ Ἄρεως, φιλελεύθεροι δὲ καὶ αὐτόνομοι καὶ δημοκρατικοὶ καὶ νομοθετικοὶ διὰ τὸν τοῦ Διός, φιλόμουσοι δὲ καὶ φιλομαθεῖς καὶ φιλαγωνισταὶ καὶ καθάριοι ταῖς διαίταις διὰ τὸν τῆς Ἀφροδίτης, κοινωνικοὶ δὲ καὶ φιλόξενοι καὶ φιλοδίκαιοι καὶ φιλογράμματοι καὶ ἐν λόγοις πρακτικώτατοι διὰ τὸν τοῦ Ἑρμοῦ, μυστηρίων δὲ μάλιστα συντελεστικοὶ διὰ τὸν τῆς Ἀφροδίτης ἑσπέριον σχηματισμόν. πάλιν δὲ κατὰ μέρος καὶ τούτων οἱ μὲν περὶ τὰς Κυκλάδας καὶ τὰ παράλια τῆς μικρᾶς Ἀσίας καὶ Κύπρου τῷ τε Ταύρῳ καὶ τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦνται· ὅθεν ὡς ἐπὶ τὸ πολὺ τρυφηταί τέ εἰσι καὶ καθάριοι καὶ τοῦ σώματος ἐπιμέλειαν ποιούμενοι. οἱ δὲ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀχαίαν καὶ τὴν Κρήτην τῇ τε Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ, διὸ μᾶλλον λογικοὶ τυγχάνουσι καὶ φιλομαθεῖς καὶ τὰ τῆς ψυχῆς ἀσκοῦντες πρὸ τοῦ σώματος. οἱ δὲ περὶ τὴν Μακεδονίαν καὶ Θρᾴκην καὶ Ἰλλυρίδα τῷ τε Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου· διὸ φιλοκτήματοι μέν, οὐχ ἥμεροι δὲ οὕτως, οὐδὲ κοινωνικοὶ τοῖς νόμοις. Τοῦ δὲ δευτέρου τεταρτημορίου τοῦ κατὰ τὸ νότιον μέρος τῆς μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα Ἰνδικήν, Ἀριανήν, Γεδρωσίαν, Παρθίαν, Μηδίαν, Περσίδα, Βαβυλωνίαν, Μεσοποταμίαν, Ἀσσυρίαν, καὶ τὴν θέσιν ἔχοντα πρὸς νοταπηλιώτην τῆς ὅλης οἰκουμένης, εἰκότως καὶ αὐτὰ συνοικειοῦται μὲν τῷ νοταπηλιωτικῷ τριγώνῳ τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, οἰκοδεσποτοῦνται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης καὶ τοῦ Κρόνου ἐπὶ ἑῴων σχηματισμῶν· διόπερ καὶ τὰς φύσεις τῶν ἐν αὐτοῖς ἀκολούθως ἄν τις εὕροι τοῖς ὑπὸ τῶν οὕτως οἰκοδεσποτησάντων ἀποτελουμένας· σέβουσί τε γὰρ τὸν μὲν τῆς Ἀφροδίτης Ἴσιν ὀνομάζοντες, τὸν δὲ τοῦ Κρόνου Μίθραν ἥλιον.καὶ προθεστίζουσιν οἱ πολλοὶ τὰ μέλλοντα· καθιεροῦνταί τε παρʼ αὐτοῖς τὰ γεννητικὰ μόρια διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμὸν σπερματικὸν ὄντα φύσει. ἔτι δὲ θερμοὶ καὶ ὀχευτικοὶ καὶ καταφερεῖς πρὸς τὰ ἀφροδίσια τυγχάνουσιν· ὀρχηστικοί τε καὶ πηδηταὶ καὶ φιλόκοσμοι μὲν διὰ τὸν τῆς Ἀφροδίτης, ἁβροδίαιτοι δὲ διὰ τὸν τοῦ Κρόνου. ἀναφανδὸν δὲ ποιοῦνται καὶ οὐ κρύβδην τὰς πρὸς τὰς γυναῖκας συνουσίας διὰ τὸ ἑῷον τοῦ σχηματισμοῦ, τὰς δὲ πρὸς τοὺς ἄρρενας ὑπερεχθραίνουσι. διὰ ταῦτα δὲ καὶ τοῖς πλείστοις αὐτῶν συνέπεσεν ἐκ τῶν μητέρων τεκνοῦν, καὶ τὰς προσκυνήσεις τῷ στήθει ποιεῖσθαι διὰ τὰς ἑῴας ἀνατολὰς καὶ τὸ τῆς καρδίας ἡγεμονικὸν οἰκείως ἔχον πρὸς τὴν ἡλιακὴν δύναμιν. εἰσὶ δὲ ὡς ἐπὶ πᾶν καὶ τἄλλα μὲν τὰ περὶ τὰς στολὰς καὶ κόσμους καὶ ὅλως τὰς σωματικὰς σχέσεις τρυφεροὶ καὶ τεθηλυσμένοι διὰ τὸν τῆς Ἀφροδίτης, τὰς δὲ ψυχὰς καὶ τὰς προαιρέσεις μεγαλόφρονες καὶ γενναῖοι καὶ πολεμικοὶ διὰ τὸ οἰκείως ἔχειν τὸν τοῦ Κρόνου πρὸς τὸ τῶν ἀνατολῶν σχῆμα. κατὰ μέρος δὲ πάλιν τῷ μὲν Ταύρῳ καὶ τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦται ἥ τε Παρθία καὶ ἡ Μηδία καὶ ἡ Περσίς ὅθεν οἱ ἐνταῦθα στολαῖς τε ἀνθίναις χρῶνται κατακαλυπτόντες ἑαυτοὺς ὅλους πλὴν τοῦ στήθους, καὶ ὅλως εἰσὶν ἁβροδίαιτοι καὶ καθάριοι. τῇ δὲ Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ τὰ περὶ τὴν Βαβυλῶνα καὶ Μεσοποταμίαν καὶ Ἀσσυρίαν· διὸ καὶ παρὰ τοῖς ἐνταῦθα τὸ μαθηματικὸν καὶ παρατηρητικὸν τῶν πέντε ἀστέρων ἐξαίρετον συνέπεσε. τῷ δὲ Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου τὰ περὶ τὴν Ἰνδικὴν καὶ Ἀριανὴν καὶ Γεδρωσίαν, ὅθεν καὶ τὸ τῶν νεμομένων τὰς χώρας ἄμορφον καὶ ἀκάθαρτον καὶ θηριῶδες.τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη περὶ τὸ μέσον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης Ἰδουμαία, Κοίλη Συρία, Ἰουδαία, Φοινίκη, Χαλδαϊκή, Ὀρχηνία, Ἀραβία Εὐδαίμων, τὴν θέσιν ἔχοντα πρὸς βορρολίβα τοῦ ὅλου τεταρτημορίου προσλαμβάνει πάλιν τὴν συνοικείωσιν τοῦ βορρολιβυκοῦ τριγώνου, Κριοῦ, Λέοντος, Τοξότου, ἔτι δὲ συνοικοδεσπότας τόν τε τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ· διὸ μᾶλλον οὗτοι τῶν ἄλλων ἐμπορικώτεροι καὶ συναλλακτικώτεροι, πανουργότεροι δὲ καὶ δειλοκαταφρόνητοι καὶ ἐπιβουλευτικοὶ καὶ δουλόψυχοι καὶ ὅλως ἀλλοπρόσαλλοι διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμόν. καὶ τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Κοίλην Συρίαν καὶ Ἰδουμαίαν καὶ Ἰουδαίαν τῷ τε Κριῷ καὶ τῷ τοῦ Ἄρεως μᾶλλον συνοικειοῦνται· διόπερ ὡς ἐπὶ πᾶν θρασεῖς τέ εἰσι καὶ ἄθεοι καὶ ἐπιβουλευτικοί. Φοίνικες δὲ καὶ Χαλδαῖοι καὶ Ὀρχήνιοι τῷ Λέοντι καὶ τῷ ἡλίῳ, διόπερ ἁπλούστεροι καὶ φιλάνθρωποι καὶ φιλαστρόλογοι καὶ μάλιστα πάντων σέβοντες τὸν ἥλιον. οἱ δὲ κατὰ τὴν Ἀραβίαν τὴν Εὐδαίμονα τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός· ὅθεν ἀκολούθως τῇ προσηγορίᾳ τό τε τῆς χώρας εὔφορον συνέπεσε καὶ τὸ τῶν ἀρωμάτων πλῆθος καὶ τὸ τῶν ἀνθρώπων εὐάρμοστον πρός τε διαγωγὰς ἐλεύθερον καὶ συναλλαγὰς καὶ πραγματείας. Τοῦ δὲ τρίτου τεταρτημορίου τοῦ κατὰ τὸ βόρειον μέρος τῆς μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα τὴν Ὑρκανίαν, Ἀρμενίαν, Ματιανήν, Βακτριανήν, Κασπηρίαν, Σηρικήν, Σαυροματικήν, Ὀξειανήν, Σουγδιανήν, καὶ τὰ πρὸς βορραπηλιώτην κείμενα τῆς ὅλης οἰκουμένης συνοικειοῦνται μὲν τῷ βορραπηλιωτικῷ τριγώνῳ, Διδύμων καὶ Ζυγοῦ καὶ Ὑδροχόου, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ Κρόνου καὶ τοῦ Διὸς ἐπὶ σχημάτων ἀνατολικῶν·