τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη καὶ πρὸς τὸ μέσον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης, Κυρηναϊκή, Μαρμαρική, Αἴγυπτος, Θηβαΐς, Ὄασις, Τρωγλοδυτική, Ἀραβία, Ἀζανία, μέση Αἰθιοπία, πρὸς βορραπηλιώτην τετραμμένα τοῦ ὅλου τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ βορραπηλιωτικοῦ τριγώνου Διδύμων, Ζυγοῦ, καὶ Ὑδροχόου, καὶ συνοικοδεσπότας διὰ τοῦτο τόν τε τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ· ὅθεν οἱ κατὰ ταύτας τὰς χώρας κεκοινωνηκότες σχεδὸν τῆς τῶν πέντε πλανήτων οἰκοδεσποτίας ἑσπερίου φιλόθεοι μὲν γεγόνασι καὶ δεισιδαίμονες καὶ θεοπρόσπλοκοι καὶ φιλόθρηνοι καὶ τοὺς ἀποθνήσκοντας τῇ γῄ κρύπτοντες καὶ ἀφανίζοντες διὰ τὸ ἑσπέριον σχῆμα, παντοίοις δὲ νομίμοις καὶ ἔθεσι καὶ θεῶν παντοίων θρησκείαις χρώμενοι, καὶ ἐν μὲν ταῖς ὑποταγαῖς ταπεινοὶ καὶ δειλοὶ καὶ μικρολόγοι καὶ ὑπομονητικοί, ἐν δὲ ταῖς ἡγεμονίαις εὔψυχοι καὶ μεγαλόφρονες, πολυγύναιοι δὲ καὶ πολύανδροι καὶ καταφερεῖς καὶ ταῖς ἀδελφαῖς συναρμοζόμενοι, καὶ πολύσποροι μὲν οἱ ἄνδρες, εὐσύλληπτοι δὲ αἱ γυναῖκες ἀκολούθως τῷ τῆς χώρας γονίμῳ. πολλοὶ δὲ καὶ τῶν ἀρρένων σαθροὶ καὶ τεθηλυσμένοι ταῖς ψυχαῖς, ἔνιοι δὲ καὶ τῶν γεννητικῶν μορίων καταφρονοῦντες διὰ τὸν τῶν κακοποιῶν μετὰ τοῦ τῆς Ἀφροδίτης ἑσπερίου σχηματισμόν. καὶ τούτων δὲ οἱ μὲν περὶ Κυρηναϊκὴν καὶ Μαρμαρικὴν καὶ μάλιστα οἱ περὶ τὴν κάτω χώραν τῆς Αἰγύπτου μᾶλλον συνοικειοῦνται τοῖς τε Διδύμοις καὶ τῷ τοῦ Ἑρμοῦ· διόπερ οὗτοι διανοητικοί τε καὶ συνετοὶ καὶ εὐεπήβολοι τυγχάνουσι περὶ πάντα καὶ μάλιστα περὶ τὴν τῶν σοφῶν τε καὶ θείων εὕρεσιν· μαγευτικοί τε καὶ κρυφίων μυστηρίων ἐπιτελεστικοὶ καὶ ὅλως ἱκανοὶ περὶ τὰ μαθήματα.οἱ δὲ περὶ τὴν Θηβαΐδα καὶ Ὄασιν καὶ Τρωγλοδυτικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν καὶ αὐτοὶ θερμότεροί τέ εἰσι τὰς φύσεις καὶ κεκινημένοι καὶ ἐν εὐφορίαις ἔχοντες τὰς διαγωγάς οἱ δὲ περὶ τὴν Ἀραβίαν καὶ Ἀζανίαν καὶ μέσην Αἰθιοπίαν τῷ Ὑδροχόῳ καὶ τῷ τοῦ Κρόνου, διὸ καὶ οὗτοι κρεοφάγοι τε καὶ ἰχθυοφάγοι καὶ νομάδες εἰσίν, ἄγριον καὶ θηριώδη βίον ζῶντες. Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων πρὸς τὰ κατὰ μέρος ἔθνη καὶ τὰ ὡς ἐπὶ πᾶν αὐτῶν ἰδιώματα κατὰ τὸ κεφαλαιῶδες τοῦτον ἡμῖν ὑποτετυπώσθωσαν τὸν τρόπον. ἐκθησόμεθα δὲ καὶ διὰ τὸ τῆς χρήσεως εὐεπήβολον ἐφ̓ ἑκάστου τῶν δωδεκατημορίων κατὰ ψιλὴν παράθεσιν ἕκαστα τῶν συνοικειουμένων ἐθνῶν ἀκολούθως τοῖς προκατειλεγμένοις περὶ αὐτῶν τὸν τρόπον τοῦτον. Κριός Βρεττανία, Γαλατία, Γερμανία, Βασταρνία περὶ τὸ μέσον Κοίλη Συρία Παλαιστίνη, Ἰδουμαία, Ἰουδαία. Ταῦρος· Παρθία, Μηδία, Περσίς· περὶ τὸ μέσον Κυκλάδες νῆσοι, Κύπρος, παράλια τῆς μικρᾶς Ἀσίας. Δίδυμοι· Ὑρκανία, Ἀρμενία, Ματιανή· περὶ τὸ μέσον Κυρηναϊκή, Μαρμαρική, ἡ κάτω χώρα τῆς Αἰγύπτου. Καρκίνος· Νουμηδία, Καρχηδονία, Ἀφρική· περὶ τὸ μέσον Βιθυνία, Φρυγία, Κολχική. Λέων· Ἰταλία, Γαλλία, Σικελία, Ἀπουλία περὶ τὸ μέσον Φοινίκη, Χαλδαία, Ὀρχηνία. Παρθένος Μεσοποταμία, Βαβυλωνία, Ἀσσυρία· περὶ τὸ μέσον Ἑλλάς, Ἀχαία. Κρήτη. Ζυγός· Βακτριανή, Κασπηρία, Σηρική· περὶ τὸ μέσον Θηβαΐς, Ὄασις, Τρωγλοδυτική. Σκορπίος· Μεταγωνῖτις, Μαυριτανία, Γαιτουλία· περὶ τὸ μέσον Συρία, Κομμαγηνή, Καππαδοκία Τοξότης· Τυρρηνία, Κελτική, Ἱσπανία περὶ τὸ μέσον Ἀραβία ἡ εὐδαίμων. Αἰγόκερως· Ἰνδική, Ἀριανή, Γεδρωσία· περὶ τὸ μέσον Θρᾴκη, Μακεδονία, Ἰλλυρίς. Ὑδροχόος· Σαυροματική, Ὀξειανή, Σουγδιανή· περὶ τὸ μέσον Ἀραβία, Ἀζανία, μέση Αἰθιοπία. Ἰχθῦς· Φαζανία, Νασαμωνῖτις, Γαραμαντική· περὶ τὸ μέσον Λυδία, Κιλικία, Παμφυλία.Ἐκκειμένων δὲ τούτων εὔλογον κἀκεῖνα τούτῳ τῷ μέρει προσθεῖναι, διότι καὶ τῶν ἀπλανῶν ἀστέρων ἕκαστος συνοικειοῦται ταῖς χώραις ὅσαις καὶ τὰ τοῦ ζωδιακοῦ μέρη, μεθʼ ὧν ἔχουσιν οἱ ἀπλανεῖς τὰς προσνεύσεις ἐπὶ τοῦ διὰ τῶν πόλων αὐτοῦ γραφομένου κύκλου, φαίνεται ποιούμενα τὴν συμπάθειαν, καὶ ὅτι ἐπὶ τῶν μητροπόλεων ἐκεῖνοι μάλιστα συμπαθοῦσιν οἱ τόποι τοῦ ζωδιακοῦ καθʼ ὧν ἐν ταῖς καταρχαῖς τῶν κτίσεων αὐτῶν ὡς ἐπὶ γενέσεως ὅ τε ἥλιος καὶ ἡ σελήνη παροδεύοντες ἐτύγχανον καὶ τῶν κέντρων μάλιστα τὸ ὡροσκοποῦν· ἐφʼ ὧν δʼ οἱ χρόνοι τῶν κτίσεων οὐχ εὑρίσκονται, καθʼ ὧν ἐν ταῖς τῶν κατὰ καιρὸν ἀρχόντων ἢ βασιλευόντων γενέσεσιν ἐκπίπτει τὸ μεσουράνημα.Ἔφοδος εἰς τὰς κατὰ μέρος προτελέσεις Τούτων οὕτως προεπεσκεμμένων ἀκόλουθον ἂν εἴη λοιπὸν τὰς τῶν προτελέσεων ἐφόδους κεφαλαιώδως ἐπελθεῖν, καὶ πρῶτον τῶν καθʼ ὅλας περιστάσεις χωρῶν ἢ πόλεων λαμβανομένων. ἔσται δʼ ὁ τρόπος τῆς ἐπισκέψεως τοιοῦτος· ἡ μὲν οὖν πρώτη καὶ ἰσχυροτάτη τῶν τοιούτων συμπτωμάτων αἰτία γίνεται παρὰ τὰς ἐκλειπτικὰς ἡλίου καὶ σελήνης συζυγίας καὶ τὰς ἐν αὐταῖς παρόδους τῶν ἀστέρων. τῆς δὲ προτελέσεως αὐτῆς τὸ μέν τί ἐστι τοπικόν, καθʼ ὃ δεῖ προγινώσκειν ποίαις χώραις ἢ πόλεσιν αἱ κατὰ μέρος ἐκλείψεις ἢ καὶ τῶν πλανωμένων αἱ κατὰ καιροὺς ἔμμονοι στάσεις· αὗται δέ εἰσι Κρόνου τε καὶ Διὸς καὶ Ἄρεως, ὅταν στηρίζωσι· ποιοῦνται γὰρ τότε τὰς ἐπισημασίας· τὸ δέ τι χρονικόν, καθʼ ὃ τὸν καιρὸν τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα δεήσει προγινώσκειν· τὸ δέ τι γενικόν, καθʼ ὃ προσήκει λαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα· τελευταῖον δὲ τὸ εἰδικόν, καθʼ ὃ τὴν αὐτοῦ τοῦ ἀποτελεσθησομένου ποιότητα θεωρήσομεν.