διόπερ οἱ ταύτας ἔχοντες τὰς χώρας σέβουσι μὲν Δία καὶ Κρόνον, πλουσιώτατοι δέ εἰσι καὶ πολύχρυσοι, περί τε τὰς διαίτας καθάριοι καὶ εὐδιάγωγοι, σοφοί τε ἐπὶ τὰ θεῖα καὶ μάγοι καὶ τὰ ἤθη δίκαιοι καὶ ἐλεύθεροι καὶ τὰς ψυχὰς μεγάλοι καὶ γενναῖοι, μισοπόνηροί τε καὶ φιλόστοργοι καὶ ὑπεραποθνήσκοντες ἑτοίμως τῶν οἰκειοτάτων ἕνεκεν τοῦ καλοῦ καὶ ὁσίου, πρός τε τὰς ἀφροδισίους χρήσεις σεμνοὶ καὶ καθάριοι καὶ περὶ τὰς ἐσθῆτας πολυτελεῖς, χαριστικοί τε καὶ μεγαλόφρονες, ἅπερ ὡς ἐπὶ πᾶν ὁ τοῦ Κρόνου καὶ ὁ τοῦ Διὸς ἀνατολικῶν συσχηματισμὸς ἀπεργάζεται. καὶ τούτων δὲ πάλιν τῶν ἐθνῶν τὰ μὲν περὶ τὴν Ὑρκανίαν καὶ Ἀρμενίαν καὶ Ματιανὴν μᾶλλον συνοικειοῦται τοῖς τε Διδύμοις καὶ τῷ τοῦ Ἑρμοῦ· διόπερ εὐκινητότερα μᾶλλον καὶ ὑποπόνηρα. τὰ δὲ περὶ τὴν Βακτριανὴν καὶ Κασπηρίαν καὶ Σηρικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης· ὅθεν οἱ κατέχοντες τὰς χώρας πλουσιώτατοι καὶ φιλόμουσοι καὶ μᾶλλον ἁβροδίαιτοι. τὰ δὲ περὶ τὴν Σαυροματικὴν καὶ τὴν Ὀξειανὴν καὶ Σουγδιανὴν τῷ τε Ὑδροχόῳ καὶ τῷ τοῦ Κρόνου· διὸ καὶ ταῦτα τὰ ἔθνη μᾶλλον ἀνήμερα καὶ αὐστηρὰ καὶ θηριώδη. τὰ δὲ λοιπὰ τούτου τοῦ τεταρτημορίου καὶ περὶ τὸ μέσον κείμενα τῆς ὅλης οἰκουμένης, Βιθυνία, Φρυγία, Κολχική, Συρία, Κομμαγηνή, Καππαδοκία, Λυδία, Λυκία, Κιλικία, Παμφυλία, τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον αὐτοῦ τοῦ τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοτολιβυκοῦ τεταρτημορίου Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, καὶ συνοικοδεσπότας τόν τε τοῦ Ἄρεως καὶ ἔτι τὸν τῆς Ἀφροδίτης καὶ τὸν τοῦ Ἑρμοῦ· διόπερ οἱ περὶ τὰς χώρας ταύτας σέβουσι μὲν ὡς ἐπὶ πᾶν τὴν Ἀφροδίτην ὡς μητέρα θεῶν, ποικίλοις καὶ ἐγχωρίοις ὀνόμασι προσαγορεύοντες, καὶ τὸν τοῦ Ἄρεως ὡς Ἄδωνιν ἢ ἄλλως πως πάλιν ὀνομάζοντες· καὶ μυστήριά τινα μετὰ θρηνῶν ἀποδιδόντες αὐτοῖς.περίκακοι δέ εἰσι καὶ δουλόψυχοι καὶ πονικοὶ καὶ πονηροὶ καὶ ἐν μισθοφόροις στρατείαις καὶ ἁρπαγαῖς καὶ αἰχμαλωσίαις γινόμενοι, καταδουλούμενοί τε αὑτοὺς καὶ πολεμικαῖς ἀπωλείαις περιπίπτοντες. διά τε τὸν τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης κατὰ ἀνατολικὴν συναρμογήν, ὅτι ἐν μὲν τῷ τῆς Ἀφροδίτης τριγωνικῷ ζῳδίῳ τῷ Αἰγόκερῳ ὁ τοῦ Ἄρεως, ἐν δὲ τῷ τοῦ Ἄρεως τριγωνικῷ ζῳδίῳ τοῖς Ἰχθύσι ὁ τῆς Ἀφροδίτης ὑψοῦται, διὰ τοῦτο τὰς γυναῖκας συνέβη πᾶσαν εὔνοιαν πρὸς τοὺς ἄνδρας ἐνδείκνυσθαι, φιλοστόργους τε οὔσας καὶ οἰκουροὺς καὶ ἐργατικὰς καὶ ὑπηρετικὰς καὶ ὅλως πονικὰς καὶ ὑποτεταγμένας. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Βιθυνίαν καὶ Φρυγίαν καὶ Κολχικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ· διόπερ οἱ μὲν ἄνδρες ὡς ἐπὶ πᾶν εἰσιν εὐλαβεῖς καὶ ὑποτακτικοί, τῶν δὲ γυναικῶν αἱ πλεῖσται διὰ τὸ τῆς σελήνης ἀνατολικὸν καὶ ἠρρενωμένον σχῆμα ἔπανδροι καὶ ἀρχικαὶ καὶ πολεμικαὶ καθάπερ αἱ Ἀμαζόνες, φεύγουσαι μὲν τὰς τῶν ἀνδρῶν συνουσίας, φιλόπλοι δὲ οὖσαι καὶ ἀρρενοποιοῦσαι τὰ θηλυκὰ πάντα ἀπὸ βρέφους, ἀποκοπῇ τῶν δεξιῶν μαστῶν χάριν τῶν στρατιωτικῶν χρειῶν καὶ ἀπογυμνοῦσαι ταῦτα τὰ μέρη κατὰ τὰς παρατάξεις πρὸς ἐπίδειξιν τοῦ ἀθηλύντου τῆς φύσεως. οἱ δὲ περὶ τὴν Συρίαν καὶ Κομμαγηνὴν καὶ Καππαδοκίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ Ἄρεως· διόπερ πολὺ παρʼ αὐτοῖς συνέπεσε τὸ θρασὺ καὶ πονηρὸν καὶ ἐπιβουλευτικὸν καὶ ἐπίπονον. οἱ δὲ περὶ τὴν Λυδίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός· ὅθεν οὗτοι μᾶλλον πολυκτήμονές τε καὶ ἐμπορικοὶ καὶ κοινωνικοὶ καὶ ἐλεύθεροι καὶ πιστοὶ περὶ τὰς συναλλαγάς.Τοῦ δὲ λοιποῦ τεταρτημοριου τοῦ κατὰ τὴν κοινῶς καλουμένην Λιβύην, τὰ μὲν ἄλλα τὰ περιέχοντα Νουμηδίαν, Καρχηδονίαν, Ἀφρικήν, Φαζανίαν, Νασαμονῖτιν, Γαραμαντικήν, Μαυριτανίαν, Γαιτουλίαν, Μεταγωνῖτιν, καὶ τὰ τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον τῆς ὅλης οἰκουμένης, συνοικειοῦται μὲν τῷ νοτολιβυκῷ τριγώνῳ Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης ἐπὶ σχήματος ἑσπερίου· διόπερ συνέπεσε τοῖς πλείστοις αὐτῶν ἕνεκεν τῆς εἰρημένης τῶν ἀστέρων συναρμογῆς ὑπὸ ἀνδρὸς καὶ γυναικός, δυοῖν ὁμομητρίων ἀδελφῶν, βασιλεύεσθαι, τοῦ μὲν ἀνδρὸς τῶν ἀνδρῶν ἄρχοντος, τῆς δὲ γυναικὸς τῶν γυναικῶν, συντηρουμένης τῆς τοιαύτης διαδοχῆς. θερμοὶ δέ εἰσι σφόδρα καὶ καταφερεῖς πρὸς τὰς τῶν γυναικῶν συνουσίας, ὡς καὶ τοὺς γάμους δἰ ἁρπαγῶν ποιεῖσθαι καὶ πολλαχῆ ταῖς γαμουμέναις τοὺς βασιλέας πρώτους συνέρχεσθαι, παρʼ ἐνίοις δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας πάντων. φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπανδροι μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευτικοί, νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νουμηδίαν καὶ Καρχηδόνα καὶ Ἀφρικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ· διόπερ οὗτοι κοινωνικοί τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ πάσῃ διατελοῦντες, οἱ δὲ περὶ τὴν Μεταγωνῖτιν καὶ Μαυριτανίαν καὶ Γαιτουλίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ Ἄρεως· ὅθεν οὗτοι θηριωδέστεροί τέ εἰσι καὶ μαχιμώτατοι καὶ κρεοφάγοι καὶ σφόδρα ῥιψοκίνδυνοι καὶ καταφρονητικοὶ τοῦ ζῆν, ὡς μηδὲ ἀλλήλων ἀπέχεσθαι. οἱ δὲ περὶ τὴν Φαζανίαν καὶ Νασαμωνῖτιν καὶ Γαραμαντικὴν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός· διόπερ ἐλεύθεροί τε καὶ ἁπλοῖ τοῖς ἤθεσι καὶ φιλεργοὶ καὶ εὐγνώμονες καθάριοί τε καὶ ἀνυπότακτοί εἰσιν ὡς ἐπὶ πᾶν καὶ τὸν τοῦ Διὸς ὡς Ἄμμωνα θρησκεύοντες.