ἔτι δὲ ὡς ἱππικοί τινες μᾶλλον διὰ τὸ τῆς χώρας πεδινόν, καὶ ναυτικοὶ διὰ τὴν τῆς θαλάττης ἐγγύτητα, καὶ ἥμεροι διὰ τὴν τῆς χώρας εὐθηνίαν, οὕτω καὶ ἐκ τῆς πρὸς τοὺς ἀστέρας κατὰ τὰ δωδεκατημόρια φυσικῆς τῶν κατὰ μέρος κλιμάτων συνοικειώσεως ἰδιοτρόπους ἄν τις εὕροι φύσεις παρʼ ἑκάστοις, καὶ αὐτὰς δὲ ὡς ἐπὶ πᾶν οὐχ ὡς καὶ καθʼ ἕνα ἕκαστον πάντως ἐνυπαρχούσας. ἀναγκαῖον οὖν ἐφʼ ὧν ἂν εἴη χρήσιμον πρὸς τὰς κατὰ μέρος ἐπισκέψεις κεφαλαιωδῶς ἐπελθεῖν.Περὶ τῆς τῶν χωρῶν πρὸς τὰ τρίγωνα καὶ τοὺς ἀστέρας συνοικειώσεως Τεττάρων δὴ τριγωνικῶν σχημάτων ἐν τῷ ζωδιακῷ θεωρουμένων, ὡς δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν, ὅτι τὸ μὲν κατὰ Κριὸν καὶ Λέοντα καὶ Τοξότην βορρολυβυκόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν προηγουμένως ὑπὸ τοῦ τοῦ Διὸς διὰ τὸ βόρειον, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Ἄρεως διὰ τὸ λιβυκόν· τὸ δὲ κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων νοταπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται πάλιν προηγουμένως μὲν ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον, συνοικοδεσποτεῖται δὲ ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπηλιωτικόν· τὸ δὲ κατὰ τοὺς Διδύμους καὶ τὰς Χηλὰς καὶ τὸν Ὑδροχόον βορραπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται προηγουμένως μὲν ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπηλιωτικόν, συνοικοδεσποτεῖται δὲ ὑπὸ τοῦ Διὸς διὰ τὸ βόρειον· τὸ δὲ κατὰ τὸν Καρκίνον καὶ τὸν Σκορπίον καὶ τοὺς Ιχθῦς νοτολιβυκόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται προηγουμένως μὲν ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ λιβυκόν, συνοικοδεσποτεῖται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον— Τούτων δὲ οὕτως ἐχόντων διαιρουμένης τε τῆς καθʼ ἡμᾶς οἰκουμένης εἰς τέτταρα τεταρτημόρια, τοῖς τριγώνοις ἰσάριθμα, κατὰ μὲν πλάτος ὑπό τε τῆς καθʼ ἡμᾶς θαλάττης ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ μέχρι τοῦ Ἰσσικοῦ κόλπου καὶ τῆς ἐφεξῆς πρὸς ἀνατολὰς ὀρεινῆς ῥάχεως, ὑφʼ ὧν χωρίζεται τό τε νότιον καὶ τὸ βόρειον αὐτῆς μέρος, κατὰ δὲ μῆκος ὑπὸ τοῦ Ἀραβικοῦ κόλπου, διὰ καὶ τοῦ Αἰγαίου πελάγους καὶ Πόντου καὶ τῆς Μαιώτιδος λίμνης, ὑφʼ ὧν χωρίζεται τό τε ἀπηλιωτικὸν καὶ τὸ λιβυκὸν μέρος, γίνεται τεταρτημόρια τέτταρα, σύμφωνα τῇ θέσει τῶν τριγώνων· ἓν μὲν πρὸς βορρολίβα τῆς ὅλης οἰκουμένης κείμενον, τὸ κατὰ τὴν Κελτογαλατίαν, ὃ δὴ κοινῶς Εὐρώπην καλοῦμεν· τούτῳ δὲ ἀντικείμενον καὶ πρὸς τὸν νοταπηλιώτην τὸ κατὰ τὴν ἑῴαν Αἰθιοπίαν, ὃ δὴ τῆς μεγάλης Ἀσίας νότιον μέρος ἂν καλοῖτο·καὶ πάλιν τὸ μὲν πρὸς βορραπηλιώτην τῆς ὅλης οἰκουμένης τὸ κατὰ τὴν Σκυθίαν, ὃ δὴ καὶ αὐτὸ βόρειον μέρος τῆς μεγάλης Ἀσίας γίνεται· τὸ δὲ ἀντικείμενον τούτῳ καὶ πρὸς λιβόνοτον ἄνεμον τὸ κατὰ τὴν ἑσπερίαν Αἰθιοπίαν, ὃ δὴ κοινῶς Λιβύην καλοῦμεν. Πάλιν δὲ καὶ ἑκάστου τῶν προκειμένων τεταρτημορίων τὰ μὲν πρὸς τὸ μέσον μᾶλλον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης τὴν ἐναντίαν λαμβάνει θέσιν πρὸς αὐτὸ τὸ περιέχον τεταρτημορίον, ὥσπερ ἐκεῖνο πρὸς ὅλην τὴν οἰκουμένην, τοῦ τε κατὰ τὴν Εὐρώπην πρὸς βορρολίβα κειμένου τῆς ὅλης οἰκουμένης τὰ περὶ τὸ μέσον αὐτοῦ καὶ ἀντιγώνια πρὸς νοταπηλιώτην τοῦ αὐτοῦ τεταρτημορίου τὴν θέσιν ἔχοντα φαίνεται. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς ἐκ τούτων ἕκαστον τῶν τεταρτημορίων δυσὶ τοῖς ἀντικειμένοις τριγώνοις συνοικειοῦσθαι· τῶν μὲν ἄλλων μερῶν πρὸς τὴν καθʼ ὅλου πρόσνευσιν ἐφαρμοζομένων, τῶν δὲ περὶ τὸ μέσον πρὸς τὴν κατ’ αὐτὸ τὸ μέρος ἀντικειμένην συμπαραλαμβανομένων πρὸς τὴν οἰκείωσιν, καὶ τῶν ἐν τοῖς οἰκείοις τριγώνοις τὴν οἰκοδεσποτίαν ἐχόντων ἀστέρων, ἐπὶ μὲν τῶν ἄλλων οἰκήσεων πάλιν αὐτῶν μόνων, ἐπὶ δὲ τῶν περὶ τὸ μέσον τῆς οἰκουμένης κἀκείνων καὶ ἔτι τοῦ τοῦ Ἑρμοῦ διὰ τὸ μέσον καὶ κοινὸν αὐτὸν ὑπάρχειν τῶν αἱρέσεων. Ἐκ δὴ τῆς τοιαύτης διατάξεως τὰ μὲν ἄλλα μέρη τοῦ πρώτου τῶν τεταρτημορίων, λέγω δὲ τοῦ κατὰ τὴν Εὐρώπην, πρὸς βορρολίβα κείμενα τῆς ὅλης οἰκουμένης, συνοικειοῦται μὲν τῷ βορρολιβυκῷ τριγώνῳ τῷ κατὰ τὸν Κριὸν καὶ Λέοντα καὶ Τοξότην, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπὸ τῶν κυρίων τοῦ τριγώνου Διὸς καὶ Ἄρεως ἑσπερίων. ἔστι δὲ ταῦτα καθʼ ὅλα ἔθνη λαμβανόμενα Βρεττανία, Γαλατία, Γερμανία, Βασταρνία, Ἰταλία, Γαλλία, Ἀπουλία, Σικελία, Τυρρηνία, Κελτική, Ἱσπανία.εἰκότως δὲ τοῖς προκειμένοις ἔθνεσιν ὡς ἐπὶ πᾶν συνέπεσε, διά τε τὸ ἀρχικὸν τοῦ τριγώνου καὶ τοὺς συνοικοδεσποτήσαντας ἀστέρας, ἀνυποτάκτοις τε εἶναι καὶ φιλελευθέροις καὶ φιλόπλοις καὶ φιλοπόνοις καὶ πολεμικωτάτοις καὶ ἡγεμονικοῖς καὶ καθαροῖς καὶ μεγαλοψύχοις· διὰ μέντοι τὸν ἑσπέριον σχηματισμὸν Διὸς καὶ Ἄρεως, καὶ ἔτι διὰ τὸ τοῦ προκειμένου τριγώνου τὰ μὲν ἐμπρόσθια ἠρρενῶσθαι, τὰ δὲ ὀπίσθια τεθηλύσθαι, πρὸς μὲν τὰς γυναῖκας ἀζήλοις αὐτοῖς εἶναι συνέπεσε καὶ καταφρονητικοῖς τῶν ἀφροδισίων, πρὸς δὲ τὴν τῶν ἀρρένων συνουσίαν κατακορεστέροις τε καὶ μᾶλλον ζηλοτύποις· αὐτοῖς δὲ τοῖς διατιθεμένοις μήτε αἰσχρὸν ἡγεῖσθαι τὸ γινόμενον μήτε ὡς ἀληθῶς ἀνάνδροις διὰ τοῦτο καὶ μαλακοῖς ἀποβαίνειν, ἕνεκεν τοῦ μὴ παθητικῶς διατίθεσθαι, συντηρεῖν δὲ τὰς ψυχὰς ἐπάνδρους καὶ κοινωνικὰς καὶ πιστὰς καὶ φιλοικείους καὶ εὐεργετικάς. καὶ τούτων δὲ αὐτῶν τῶν χωρῶν Βρεττανία μὲν καὶ Γαλατία καὶ Γερμανία καὶ Βασταρνία μᾶλλον τῷ Κριῷ συνοικειοῦνται καὶ τῷ τοῦ Ἄρεως· ὅθεν ὡς ἐπὶ πᾶν οἱ ἐν αὐταῖς ἀγριώτεροι καὶ αὐθαδέστεροι καὶ θηριώδεις τυγχάνουσιν. Ἰταλία δὲ καὶ Ἀπουλία, Γαλλία καὶ Σικελία τῷ Λέοντι καὶ τῷ ἡλίῳ· διόπερ ἡγεμονικοὶ μᾶλλον οὗτοι καὶ εὐεργετικοὶ καὶ κοινώνικοι. Τυρρηνία δὲ καὶ Κελτικὴ καὶ Ἱσπανία τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός· ὅθεν τὸ φιλελεύθερον αὐτοῖς καὶ τὸ ἁπλοῦν και τὸ φιλοκάθαρον. τὰ δὲ ἐν τούτῳ μὲν ὄντα τῷ τεταρτημορίῳ, περὶ δὲ τὸ μέσον ἐσχηματισμένα τῆς οἰκουμένης, Θρᾴκη τε καὶ Μακεδονία καὶ Ἰλλυρία καὶ Ἑλλὰς καὶ Ἀχαία καὶ Κρήτη, ἔτι δὲ αἵ τε Κυκλάδες καὶ τὰ παράλια τῆς μικρᾶς Ἀσίας καὶ Κύπρου πρὸς νοταπηλιώτην κείμενα τοῦ ὅλου τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοταπηλιωτικοῦ τριγώνου, τοῦ κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων, ἔτι δὲ συνοικοδεσπότας τόν τε τῆς Ἀφροδίτης καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ·