Ἡ μὲν δὴ τῶν καθολικῶν ἐπίσκεψις, τῶν τε ὁλοσχερεστέρων θεωρουμένων καὶ τῶν ἐπὶ μέρους, μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες ὑπομνηματίσθω. τῆς δὲ κατὰ τὸ γενεθλιαλογικὸν εἶδος προγνώσεως τὰς πραγματείας ἐν τοῖς ἑξῆς κατὰ τὴν προσήκουσαν ἀκολουθίαν ἐφοδεύσομεν.