Περὶ τῆς μερικῆς πρὸς τὰ καταστήματα φύσεως τῶν ζῳδίων Τὸ μὲν οὖν τοῦ Κριοῦ δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι διὰ τὴν ἰσημερινὴν ἐπισημασίαν βροντῶδες ἢ χαλαζῶδες· κατὰ μέρος δὲ ἐν τῷ μᾶλλον καὶ ἧττον ἀπὸ τῆς τῶν κατὰ τῶν ἀπλανῶν ἀστέρων ἰδιότητος τὰ μὲν προηγούμενα αὐτοῦ ὀμβρώδη καὶ ἀνεμώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δʼ ἑπόμενα καυσώδη καὶ λοιμικά, τὰ δὲ βόρεια καυματώδη καὶ φθαρτικά, τὰ δὲ νότια κρυσταλλώδη καὶ ὑπόψυχρα. Τὸ δὲ τοῦ Ταύρου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστιν ἐπισημαντικὸν ἀμφοτέρων τῶν κράσεων καὶ ὑπόθερμον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ, καὶ μάλιστα τὰ κατὰ τὴν Πλειάδα, σεισμώδη καὶ πνευματώδη καὶ ὁμιχλώδη, τὰ δὲ μέσα ὑγραντικὰ καὶ ψυχρά, τὰ δὲ ἑπόμενα κατὰ τὴν Ὑάδα πυρώδη καὶ κεραυνώδη καὶ ἀστραπῶν ποιητικά· τὰ δὲ βόρεια εὔκρατα, τὰ δὲ νότια κινητικὰ καὶ ἄτακτα. Τὸ δὲ τῶν Διδύμων δωδεκατημόριον καθʼ ὅλου μέν ἐστιν εὐκρασίας ποιητικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα μεμιγμένα καὶ ἄτακτα· τὰ δὲ βόρεια πνευματώδη καὶ σεισμοποιά, τὰ δὲ νότια ξηρὰ καὶ καυσώδη. Τὸ δὲ τοῦ Καρκίνου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστιν εὔδιον καὶ θερμόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ κατὰ τὴν Φάτνην πνιγώδη καὶ σεισμοποιὰ καὶ ἀχλυώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἐπόμενα πνευματώδη· τὰ δὲ βόρεια καὶ τὰ νότια ἔκπυρα καὶ καυσώδη. Τὸ δὲ τοῦ Λέοντος δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι καυματῶδες καὶ πνιγῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ πνιγώδη καὶ λοιμικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ἔνικμα καὶ φθοροποιά· τὰ δὲ βόρεια κινητικὰ καὶ πυρώδη, τὰ δὲ νότια δίυγρα. Τὸ δὲ τῆς Παρθένου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι δίυγρον καὶ βροντῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ θερμότερα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη· τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια εὔκρατα.Τὸ δὲ τῶν Χηλῶν δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι τρεπτικὸν καὶ μεταβολικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ τὰ μέσα ἐστὶν εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη· τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ἔνικμα καὶ λοιμικά. Τὸ δὲ τοῦ Σκορπίου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι βροντῶδες καὶ πυρῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ νιφετώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα σεισμώδη· τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια ἔνικμα. Τὸ δὲ τοῦ Τοξότου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πυρώδη· τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια κάθυγρα καὶ μεταβολικά. Τὸ δὲ τοῦ Αἰγόκερω δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι κάθυγρον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καυσώδη καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὄμβρων κινητικά· τὰ δὲ βόρεια καὶ τὰ νότια κάθυγρα καὶ φθαρτικά. Τὸ δὲ τοῦ Ὑδροχόου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι ψυχρὸν καὶ ὑδατῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ κάθυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη· τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια νιφετώδη. Τὸ δὲ τῶν Ἰχθύων δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι ψυχρὸν καὶ πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ εὔκρατα, τὰ δὲ μέσα κάθυγρα, τὰ δὲ ἑπόμενα καυσώδη· τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ὑδατώδη.Περὶ τῆς ἐπὶ μέρους τῶν καταστημάτων ἐπισκέψεως Τούτων δὲ οὕτως προεκτεθειμένων αἱ κατὰ μέρος ἔφοδοι τῶν ἐπισημασιῶν περιέχουσι τὸν τρόπον τοῦτον. μία μὲν γάρ ἐστιν ἡ ὁλοσχερέστερον πρὸς τὰ τεταρτημόρια νοουμένη, καθʼ ἣν τηρεῖν, ὡς ἔφαμεν, δεήσει τὰς γινομένας ἔγγιστα πρὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων συνόδους ἢ καὶ πανσελήνους, καὶ κατὰ τὴν μοῖραν ἤτοι συνοδικὴν ἢ πανσεληνιακὴν τὴν ἐν ἑκάστῳ τῶν ἐπιζητουμένων κλιμάτων τὰ κέντρα ὡς ἐπὶ γενέσεως διατιθέναι· ἔπειτα τοὺς οἰκοδεσπότας λαμβάνειν τοῦ τε συνοδικοῦ ἢ πανσεληνιακοῦ τόπου καὶ τοῦ ἑπομένου αὐτῷ κέντρου κατὰ τὸν ὑποδεδειγμένον ἡμῖν τρόπον ἐν τοῖς ἔμπροσθεν περὶ τῶν ἐκλείψεων, καὶ οὕτως τὸ μὲν καθʼ ὅλου θεωρεῖν ἐκ τῆς τῶν τεταρτημορίων ἰδιότητος, τὸ δὲ μᾶλλον ἢ ἧττον ἐπιτάσεων καὶ ἀνέσεων ἐκ τῆς τῶν οἰκοδεσποτησάντων φύσεως διαλαμβάνοντας ποίας τε ποιότητός εἰσι καὶ ποίων καταστημάτων κινητικοί. Δευτέρα δʼ ἐστὶν ἔφοδος ἡ μηνιαία, καθʼ ἣν δεήσει τὰς καθʼ ἕκαστον δωδεκατημόριον προσγινομένας συνόδους ἢ πανσελήνους κατὰ τὸν αὐτὸν τρόπον ἐπισκοπεῖν, ἐκεῖνο μόνον τηροῦντας, ἵνα συνόδου μὲν ἐμπεσούσης τῆς ἔγγιστα τοῦ παρῳχημένου τροπικοῦ ἢ ἰσημερινοῦ σημείου καὶ ταῖς μέχρι τοῦ ἐφεξῆς τεταρτημορίου συνόδοις χρησώμεθα, πανσελήνου δὲ πανσελήνοις· ἐπισκοπεῖν δὲ ὁμοίως τὰ κέντρα καὶ τοὺς οἰκοδεσπότας ἀμφοτέρων τῶν τόπων καὶ μάλιστα τὰς ἔγγιστα φάσεις συναφάς τε καὶ ἀπορροίας τῶν πλανωμένων ἀστέρων, τάς τε ἰδιότητας αὐτῶν καὶ τῶν τόπων, καὶ ποίων ἀνέμων εἰσὶ κινητικοὶ αὐτοί τε καὶ τὰ μέρη τῶν ζῳδίων καθʼ ὧν ἂν τύχωσιν· ἔτι δὲ καὶ ᾧ τὸ πλάτος τῆς σελήνης ἀνέμῳ προσνένευκε κατὰ τὴν λόξωσιν τοῦ διὰ μέσων, ὅπως ἐξ ἁπάντων τούτων κατὰ τὴν ἐπικράτησιν τὰ ὡς ἐπὶ πᾶν τῶν μηνῶν καταστήματα καὶ πνεύματα προγινώσκωμεν. Τρίτη δʼ ἐστὶ τὸ τὰς ἔτι λεπτομερεστέρας ἐπισημασίας ἀνέσεων καὶ ἐπιτάσεων παρατηρεῖν.