Τὰ μὲν δὴ κυριώτερα τῶν πινακικῶς προεκτεθειμένων νῦν εἰς τὴν τῶν κατὰ μέρος προρρήσεων ἐπίσκεψιν ὡς ἐν κεφαλαίοις μέχρι τοσούτων ἡμῖν ἐφοδευέσθω, συνάψωμεν δὲ ἤδη κατὰ τὸ ἑξῆς τῆς ἀκολουθίας τὰς καθʼ ἕκαστα τῶν εἰς τὸ δυνατὸν τῆς τοιαύτης προρρήσεως ἐμπιπτόντων πραγματείας, ἐχόμενοι πανταχῆ τῆς κατὰ τὸν φυσικὸν τρόπον ὑφηγήσεως. Εἰς δύο τοίνυν τὰ μέγιστα καὶ κυριώτατα μέρη διαιρουμένου τοῦ δἰ ἀστρονομίας προγνωστικοῦ, καὶ πρώτου μὲν ὄντος καὶ γενικωτέρου τοῦ καθ̓ ὅλα ἔθνη καὶ χώρας καὶ πόλεις λαμβανομένου, ὃ καλεῖται καθολικόν, δευτέρου δὲ καὶ εἰδικωτέρου τοῦ καθʼ ἕνα ἕκαστον τῶν ἀνθρώπων, ὃ καὶ αὐτὸ καλεῖται γενεθλιαλογικόν, προσήκειν ἡγούμεθα περὶ τοῦ καθολικοῦ πρῶτον ποιήσασθαι τὸν λόγον, ἐπειδήπερ ταῦτα μὲν κατὰ μείζους καὶ ἰσχυροτέρας αἰτίας τρέπεσθαι πέφυκε μᾶλλον τῶν μερικῶς ἀποτελουμένων. ὑποπιπτουσῶν δὲ ἀεὶ τῶν ἀσθενεστέρων φύσεων ταῖς δυνατωτέραις καὶ τῶν κατὰ μέρος ταῖς καθʼ ὅλου, παντάπασιν ἀναγκαῖον ἂν εἴη τοῖς προαιρουμένοις περὶ ἑνὸς ἑκάστου σκοπεῖν πολὺ πρότερον περὶ τῶν ὁλοσχερεστέρων περιειληφέναι. Καὶ αὐτῆς δὲ τῆς καθολικῆς ἐπισκέψεως τὸ μὲν πάλιν κατὰ χώρας ὅλας λαμβάνεται, τὸ δὲ κατὰ πόλεις. καὶ ἔτι τὸ μὲν κατὰ μείζους καὶ περιοδικωτέρας περιστάσεις, οἷον πολέμων ἢ λιμῶν ἢ λοιμῶν ἢ σεισμῶν ἢ κατακλυσμῶν καὶ τῶν τοιούτων· τὸ δὲ κατὰ ἐλάττους καὶ καιρικωτέρας, οἷαί εἰσιν αἱ τῶν ἐτησίων ὡρῶν καὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀλλοιώσεις, περί τε ἀνέσεις ἢ ἐπιτάσεις χειμώνων καὶ καυμάτων καὶ πνευμάτων εὐφορίας τε καὶ ἀφορίας καὶ τὰ τοιαῦτα. προηγεῖται δὲ καὶ τούτων εἰκότως ἑκατέρου τό τε κατὰ χώρας ὅλας καὶ τὸ κατὰ μείζους περιστάσεις διὰ τὴν αὐτὴν αἰτίαν τῇ προειρημένῃ·πρὸς δὲ τὴν τούτων ἐπίσκεψιν μάλιστα παραλαμβανομένων δύο τούτων, τῆς τε τῶν δωδεκατημορίων τοῦ ζωδιακοῦ καὶ ἔτι τῆς τῶν ἀστέρων πρὸς ἕκαστα τῶν κλιμάτων συνοικειώσεως καὶ τῶν ἐν τοῖς οἰκείοις μέρεσι κατὰ καιροὺς γινομένων ἐπισημασιῶν, κατὰ μὲν τὰς συζυγίας ἡλίου καὶ σελήνης τῶν ἐκλειπτικῶν, κατὰ δὲ τὰς τῶν πλανωμένων παρόδους τῶν περὶ τὰς ἀνατολὰς καὶ τοὺς στηριγμούς, προεκθησόμεθα τὸν τῶν εἰρημένων συμπαθειῶν φυσικὸν λόγον, ἅμα παριστάντες ἐξ ἐπιδρομῆς καὶ τὰς καθʼ ὅλα ἔθνη θεωρουμένας ὡς ἐπὶ πᾶν σωματικάς τε καὶ ἠθικὰς ἰδιοτροπίας, οὐκ ἀλλοτρίας τυγχανούσας τῆς τῶν συνοικειουμένων ἀστέρων τε καὶ δωδεκατημορίων φυσικῆς περιστάσεως.Περὶ τῶν καθʼ ὅλα κλίματα ἰδιωμάτων Τῶν τοίνυν ἐθνικῶν ἰδιωμάτων τὰ μὲν καθ̓ ὅλους παραλλήλους καὶ γωνίας ὅλας διαιρεῖσθαι συμβέβηκε ὑπὸ τῆς πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον καὶ τὸν ἥλιον αὐτῶν σχέσεως. τῆς γὰρ καθʼ ἡμᾶς οἰκουμένης ἐν ἑνὶ τῶν βορείων τεταρτημορίων οὔσης, οἱ μὲν ὑπὸ τοὺς νοτιωτέρους παραλλήλους, λέγω δὲ τοὺς ἀπὸ τοῦ ἰσημερινοῦ μέχρι τοῦ θερινοῦ τροπικοῦ, κατὰ κορυφὴν λαμβανόντες τὸν ἥλιον καὶ διακαιόμενοι, μέλανες τὰ σώματα καὶ τὰς τρίχας οὖλοί τε καὶ δασεῖς καὶ τὰς μορφὰς συνεσπασμένοι καὶ τὰ μεγέθη συντετηγμένοι καὶ τὰς φύσεις θερμοὶ καὶ τοῖς ἤθεσιν ὡς ἐπὶ πᾶν ἄγριοι τυγχάνουσι διὰ τὴν ὑπὸ καύματος συνέχειαν τῶν οἰκήσεων, οὓς δὴ καλοῦμεν κοινῶς Αἰθίοπας. καὶ οὐ μόνον αὐτοὺς ὁρῶμεν οὕτως ἔχοντας ἀλλὰ καὶ τὸ περιέχον αὐτοὺς τοῦ ἀέρος κατάστημα καὶ τὰ ἄλλα ζῷα καὶ τὰ φυτὰ παρʼ αὐτοῖς ἐμφανίζοντα τὴν διαπύρωσιν. Οἱ δὲ ὑπὸ τοὺς βορειοτέρους παραλλήλους, λέγω δὲ τοὺς ὑπὸ τὰς ἄρκτους τὸν κατὰ κορυφὴν ἔχοντες τόπον, πολὺ τοῦ ζωδιακοῦ καὶ τῆς τοῦ ἡλίου θερμότητος ἀφεστῶτες, κατεψυγμένοι μέν εἰσι διὰ τοῦτο, δαψιλεστέρας δὲ μεταλαμβάνοντες τῆς ὑγρᾶς οὐσίας, θρεπτικωτάτης οὔσης καὶ ὑπὸ μηδενὸς ἀναπινομένης θερμοῦ, λευκοί τε τὰ χρώματά εἰσι καὶ τετανοὶ τὰς τρίχας τά τε σώματα μεγάλοι καὶ εὐτραφεῖς τοῖς μεγέθεσι καὶ ὑπόψυχροι τὰς φύσεις, ἄγριοι δὲ καὶ αὐτοὶ τοῖς ἤθεσι διὰ τὴν ὑπὸ τοῦ κρύους συνέχειαν τῶν οἰκήσεων. ἀκολουθεῖ δὲ τούτοις καὶ ὁ τοῦ περιέχοντος αὐτοὺς ἀέρος χειμὼν καὶ τῶν φυτῶν τὰ μεγέθη καὶ τὸ δυσήμερον τῶν ζῴων. καλοῦμεν δὲ καὶ τούτους ὡς ἐπὶ πᾶν Σκύθας. Οἱ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τῶν ἄρκτων, μήτε κατὰ κορυφὴν γινομένου παρʼ αὐτοῖς τοῦ ἡλίου μήτε πολὺ κατὰ τὰς μεσημβρινὰς παρόδους ἀφισταμένου, τῆς τε τῶν ἀέρων εὐκρασίας μετειλήφασι, καὶ αὐτῆς μὲν διαφερούσης ἀλλʼ οὐ σφόδρα μεγάλην τὴν παραλλαγὴν τῶν καυμάτων πρὸς τὰ ψύχη λαμβανούσης.ἔνθεν τοῖς χρώμασι μέσοι καὶ τοῖς μεγέθεσι μέτριοι καὶ ταῖς φύσεσιν εὔκρατοι καὶ ταῖς οἰκήσεσι συνεχεῖς καὶ τοῖς ἤθεσιν ἥμεροι τυγχάνουσι. τούτων δὲ οἱ πρὸς νότον ὡς ἐπὶ πᾶν ἀγχινούστεροι καὶ εὐμήχανοι μᾶλλον καὶ περὶ τὴν τῶν θείων ἱστορίαν ἱκανώτεροι διὰ τὸ συνεγγίζειν αὐτῶν τὸν κατὰ κορυφὴν τόπον τοῦ ζωδιακοῦ καὶ τῶν περὶ αὐτὸν πλανωμένων ἀστέρων, οἷς οἰκείως καὶ αὐτοὶ τὰς ψυχικὰς κινήσεις εὐεπηβόλους τε ἔχουσι καὶ διερευνητικὰς καὶ τῶν ἰδίως καλουμένων μαθημάτων περιοδευτικάς. καὶ τούτων δὲ πάλιν οἱ μὲν πρὸς ἕω μᾶλλόν εἰσιν ἠρρενωμένοι καὶ εὔτονοι τὰς ψυχὰς καὶ πάντα ἐκφαίνοντες, ἐπειδὴ τὰς ἀνατολὰς ἄν τις εἰκότως τῆς ἡλιακῆς φύσεως ὑπολάβοι καὶ τὸ μέρος ἐκεῖνο ἡμερινόν τε καὶ ἀρρενικὸν καὶ δεξιόν, καθʼ ὃ κἀν τοῖς ζῴοις ὁρῶμεν τὰ δεξιὰ μέρη μᾶλλον ἐπιτηδειότητα ἔχοντα πρὸς ἰσχὺν καὶ εὐτονίαν. οἱ δὲ πρὸς ἑσπέραν τεθηλυσμένοι μᾶλλόν εἰσι καὶ τὰς ψυχὰς ἁπαλώτεροι καὶ τὰ πολλὰ κρύπτοντες, ἐπειδὴ πάλιν τοῦτο τὸ μέρος σεληνιακὸν τυγχάνει, πάντοτε τῆς σελήνης τὰς πρώτας ἐπιτολὰς καὶ ἀπὸ συνόδου φαντασίας ἀπὸ λιβὸς ποιουμένης. διὰ δὴ τοῦτο νυκτερινὸν δοκεῖ κλίμα θηλυκὸν καὶ εὐώνυμον ἀντικειμένως τῷ ἀνατολικῷ. Ἤδη δέ τινες καὶ ἐν ἑκάστοις τούτοις τῶν ὅλων μερῶν ἰδιότροποι περιστάσεις ἠθῶν καὶ νομίμων φυσικῶς ἐξηκολούθησαν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ περιέχοντος καταστημάτων καὶ ἐν τοῖς ὡς ἐπὶ πᾶν κατειλεγμένοις θερμοῖς ἢ ψυχροῖς ἢ εὐκράτοις καὶ κατὰ μέρος ἰδιάζουσι τόποι καὶ χῶραί τινες ἐν τῷ μᾶλλον ἢ ἧττον ἤτοι διὰ θέσεως τάξιν ἢ ὕψος ἢ ταπεινότητα ἢ διὰ παράθεσιν·