Ὅτι καὶ ὠφέλιμος Τίνα μὲν οὖν τρόπον δυνατὸν γίνεται τὸ δἰ ἀστρονομίας προγνωστικόν, καὶ ὅτι μέχρι μόνον ἂν φθάνοι τῶν τε κατʼ αὐτὸ τὸ περιέχον συμπτωμάτων καὶ τῶν ἀπὸ τῆς τοιαύτης αἰτίας τοῖς ἀνθρώποις παρακολουθούντων, ταῦτα δʼ ἂν εἴη περί τε τὰς ἐξ ἀρχῆς ἐπιτηδειότητας τῶν δυνάμεων καὶ πράξεων σώματος καὶ ψυχῆς καὶ τὰ κατὰ καιροὺς αὐτῶν πάθη, πολυχρονιότητάς τε καὶ ὀλιγοχρονιότητας, ἔτι δὲ καὶ ὅσα τῶν ἔξωθεν κυρίαν τε καὶ φυσικὴν ἔχει πρὸς τὰ πρῶτα συμπλοκήν, ὡς πρὸς τὸ σῶμα μὲν ἡ κτῆσις καὶ ἡ συμβίωσις, πρὸς δὲ τὴν ψυχὴν ἥ τε τιμὴ καὶ τὸ ἀξίωμα, καὶ τὰς τούτων κατὰ καιροὺς τύχας, σχεδὸν ὡς ἐν κεφαλαίοις γέγονεν ἡμῖν δῆλον. λοιπὸν δʼ ἂν εἴη τῶν προκειμένων τὴν κατὰ τὸ χρήσιμον ἐπίσκεψιν διὰ βραχέων ποιήσασθαι, πρότερον διαλαβοῦσι τίνα τρόπον, καὶ πρὸς τί τέλος ἀφορῶντες τὴν αὐτοῦ τοῦ χρησίμου δύναμιν ἐκδεξόμεθα. εἰ μὲν γὰρ πρὸς τὰ τῆς ψυχῆς ἀγαθά, τί ἂν εἴη συμφορώτερον πρὸς εὐπραγίαν καὶ χαρὰν καὶ ὅλως εὐαρέστησιν τῆς τοιαύτης προγνώσεως, καθʼ ἣν τῶν τε ἀνθρωπίνων καὶ τῶν θείων γινόμεθα συνορατικοί; εἰ δὲ πρὸς τὰ τοῦ σώματος, πάντων ἂν μᾶλλον ἡ τοιαύτη κατάληψις ἐπιγινώσκοι τὸ οἰκεῖόν τε καὶ πρόσφορον τῇ καθʼ ἑκάστην σύγκρασιν ἐπιτηδειότητι· εἰ δὲ μὴ πρὸς πλοῦτον ἢ δόξαν ἢ τὰ τοιαῦτα συνεργεῖ, προχωρήσει καὶ περὶ πάσης φιλοσοφίας τὸ αὐτὸ τοῦτο φάσκειν· οὐδενὸς γὰρ τῶν τοιούτων ἐστίν, ὅσον ἐφʼ ἑαυτῇ, περιποιητική. ἀλλʼ οὔτʼ ἐκείνης διὰ τοῦτʼ ἂν οὔτε ταύτης καταγινώσκοιμεν δικαίως, ἀφέμενοι τοῦ πρὸς τὰ μείζω συμφέροντος. Ὅλως δʼ ἂν ἐξετάζουσι φανεῖεν ἂν οἱ τὸ ἄχρηστον τῆς καταλήψεως ἐπιμεμφόμενοι πρὸς οὐδὲν τῶν κυριωτάτων ἀφορῶντες, ἀλλὰ πρὸς αὐτὸ τοῦτο μόνον, ὅτι τῶν πάντη πάντως ἐσομένων ἡ πρόγνωσις περιττή, καὶ τοῦτο δὲ ἁπλῶς πάνυ, καὶ οὐκ εὖ διειλημμένως.πρῶτον μὲν γὰρ δεῖ σκοπεῖν, ὅτι καὶ ἐπὶ τῶν ἐξ ἀνάγκης ἀποβησομένων τὸ μὲν ἀπροσδόκητον τούς τε θορύβους ἐκστατικοὺς καὶ τὰς χαρὰς ἐξοιστικὰς μάλιστα πέφυκε ποιεῖν· τὸ δὲ προγινώσκειν ἐθίζει καὶ ῥυθμίζει τὴν ψυχὴν τῇ μελέτῃ τῶν ἀπόντων ὡς παρόντων, καὶ παρασκευάζει μετʼ εἰρήνης καὶ εὐσταθείας ἕκαστα τῶν ἐπερχομένων ἀποδέχεσθαι. ἔπειθʼ ὅτι μηδʼ οὕτως ἕκαστα χρὴ νομίζειν τοῖς ἀνθρώποις ἀπὸ τῆς ἄνωθεν αἰτίας παρακολουθεῖν, ὥσπερ ἐξ ἀρχῆς ἀπό τινος ἀλύτου καὶ θείου προστάγματος καθʼ ἕνα ἕκαστον νενομοθετημένα καὶ ἐξ ἀνάγκης ἀποβησόμενα, μηδεμιᾶς ἄλλης ἁπλῶς αἰτίας ἀντιπράξαι δυναμένης, ἀλλ’ ὡς μὲν τῆς τῶν οὐρανίων κινήσεως καθʼ εἱμαρμένην θείαν καὶ ἀμετάπτωτον ἐξ αἰῶνος ἀποτελουμένης, τῆς δὲ τῶν ἐπιγείων ἀλλοιώσεως καθʼ εἱμαρμένην φυσικὴν καὶ μεταπτώτην τὰς πρώτας αἰτίας ἄνωθεν λαμβανούσης κατὰ συμβεβηκὸς καὶ κατʼ ἐπακολούθησιν· καὶ ὡς τῶν μὲν διὰ καθολικοτέρας περιστάσεις τοῖς ἀνθρώποις συμβαινόντων, οὐχὶ δὲ ἐκ τῆς ἰδίας ἑκάστου φυσικῆς ἐπιτηδειότητος, ὡς ὅταν κατὰ μεγάλας καὶ δυσφυλάκτους τοῦ περιέχοντος τροπὰς ἐκ πυρώσεων ἢ λοιμῶν ἢ κατακλυσμῶν κατὰ πλήθη διαφθαρῶσιν, ὑποπιπτούσης ἀεὶ τῆς βραχυτέρας αἰτίας τῇ μείζονι καὶ ἰσχυρωτέρᾳ, τῶν δὲ κατὰ τὴν ἑνὸς ἑκάστου φυσικὴν ἰδιοσυγκρασίαν διὰ μικρὰς καὶ τὰς τυχούσας τοῦ περιέχοντος ἀντιπαθείας. τούτων γὰρ οὕτω διαληφθέντων, φανερὸν ὅτι καὶ καθʼ ὅλου καὶ κατὰ μέρος, ὅσων μὲν συμπτωμάτων τὸ πρῶτον αἴτιον ἄμαχόν τέ ἐστι καὶ μεῖζον παντὸς τοῦ ἀντιπράττοντος, ταῦτα καὶ πάντη πάντως ἀποβαίνειν ἀνάγκη· ὅσα δὲ μὴ οὕτως ἔχει, τούτων τὰ μὲν ἐπιτυγχάνοντα τῶν ἀντιπαθησόντων εὐανάτρεπτα γίνεται, τὰ δὲ μὴ εὐπορήσοντα καὶ αὐτὰ ταῖς πρώταις φύσεσιν ἀκολουθεῖ, δἰ ἄγνοιαν μέντοι καὶ οὐκέτι διὰ τὴν τῆς ἰσχύος ἀνάγκην. τὸ αὐτὸ δʼ ἄν τις ἴδοι συμβεβηκὸς καὶ ἐπὶ πάντων ἁπλῶς τῶν φυσικὰς ἐχόντων τὰς ἀρχάς.καὶ γὰρ καὶ λίθων καὶ φυτῶν καὶ ζῴων, ἔτι δὲ τραυμάτων καὶ παθῶν καὶ νοσημάτων, τὰ μὲν ἐξ ἀνάγκης τι ποιεῖν πέφυκε, τὰ δʼ εἰ μηδὲν τῶν ἐναντίων ἀντιπράξει. οὕτως οὖν χρὴ νομίζειν καὶ τὰ τοῖς ἀνθρώποις συμβησόμενα προλέγειν τοὺς φυσικοὺς τῇ τοιαύτῃ προγνώσει, καὶ μὴ κατὰ κενὰς δόξας προσερχομένους, ὡς τῶν μὲν διὰ τὸ πολλὰ καὶ μεγάλα τὰ ποιητικὰ τυγχάνειν, ἀφυλάκτων ὄντων, τῶν δὲ διὰ τοὐναντίον μετατροπὰς ἐπιδεχομένων. καθάπερ καὶ τῶν ἰατρῶν ὅσοι δυνατοὶ σημειοῦσθαι τὰ παθήματα προγινώσκουσι τά τε πάντως ἀνελόντα, καὶ τὰ χωροῦντα βοήθειαν. ἐπὶ δὲ τῶν μεταπεσεῖν δυναμένων, οὕτως ἀκουστέον τοῦ γενεθλιαλόγου, φέρ εἰπεῖν, ὅτι τῇ τοιᾷδε συγκράσει κατὰ τὴν τοιάνδε τοῦ περιέχοντος ἰδιοτροπίαν τραπεισῶν ἐπὶ τὸ πλέον ἢ ἔλαττον τῶν ὑποκειμένων συμμετριῶν, τὸ τοιόνδε παρακολουθήσει πάθος· ὡς καὶ τοῦ μὲν ἰατροῦ, ὅτι τόδε τὸ ἕλκος νομὴν ἢ σῆψιν ἐμποιεῖ, τοῦ δὲ μεταλλικοῦ, λόγου ἕνεκεν, ὅτι τὸν σίδηρον ἡ λίθος ἡ μαγνῆτις ἕλκει. ὡσπερ γὰρ τούτων ἑκάτερον, ἐαθὲν μὲν δἰ ἀγνωσίαν τῶν ἀντιπαθησόντων, πάντη πάντως παρακολουθήσει τῇ τῆς πρώτης φύσεως δυνάμει, οὔτε δὲ τὸ ἕλκος τὴν νομὴν ἢ τὴν σῆψιν κατεργάσεται τῆς ἀντικειμένης θεραπείας τυχόν, οὔτε τὸν σίδηρον ἡ μαγνῆτις ἑλκύσει παρατριβέντος αὐτῇ σκορόδου. καὶ αὐτὰ δὲ ταῦτα τὰ κωλύοντα φυσικῶς καὶ καθʼ εἱμαρμένην ἀντεπάθησεν· οὕτω καὶ ἐπʼ ἐκείνων, ἀγνοούμενα μὲν τὰ συμβησόμενα τοῖς ἀνθρώποις, ἢ ἐγνωσμένα μέν, μὴ τυχόντα δὲ τῶν ἀντιπαθούντων, πάντη πάντως ἀκολουθήσει τῷ τῆς πρώτης φύσεως εἱρμῷ. προγνωσθέντα δὲ καὶ εὐπορήσαντα τῶν θεραπευόντων φυσικῶς πάλιν καθʼ εἱμαρμένην, ἢ ἀγένητα τέλεον, ἢ μετριώτερα καθίσταται.