προσλαβὼν δὲ μῖξιν ἀπηλιώτου διὰ τὸ τὸν τοῦ Κρόνου οἶκον ἐν αὐτῷ τυγχάνειν τὸν Αἰγόκερων συνίσταται καὶ αὐτὸ νοταπηλιωτικὸν κατʼ ἀντίθεσιν τοῦ πρώτου, ἐπειδήπερ καὶ ὁ τοῦ Κρόνου τοιούτων ἐστὶ πνευμάτων ποιητικὸς οἰκειούμενος καὶ αὐτὸς ταῖς ἀνατολαῖς διὰ τὴν πρὸς τὸν ἥλιον αἵρεσιν. Τὸ δὲ τρίτον τρίγωνον ὅ ἐστι τὸ διά τε Διδύμων καὶ Χηλῶν καὶ Ὑδροχόου, ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον, καὶ πρὸς μὲν τὸν τοῦ Ἄρεως μηδένα λόγον ἔχον, πρὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τοὺς οἴκους, τούτοις ἀπενεμήθη, πάλιν οἰκοδεσποτοῦντος ἡμέρας μὲν τοῦ Κρόνου διὰ τὴν αἵρεσιν, νυκτὸς δὲ τοῦ Ἑρμοῦ. καὶ ἔστι τὸ μὲν τῶν Διδύμων δωδεκατημόριον πρὸς τῷ θερινῷ, τὸ δὲ τῶν Χηλῶν πρὸς τῷ ἰσημερινῷ, τὸ δὲ τοῦ Ὑδροχόου πρὸς τῷ χειμερινῷ. συνίσταται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν ἀπηλιωτικὸν διὰ τὸν τοῦ Κρόνου· κατὰ δὲ τὴν μῖξιν βορραπηλιωτικὸν διὰ τὴν τοῦ Διὸς αἵρεσιν τῷ τοῦ Κρόνου πρὸς τὸ τὸν ἡμερινὸν λόγον συνοικειοῦσθαι. Τὸ δὲ τέταρτον τρίγωνον, ὅ ἐστι διά τε Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, κατελείφθη μὲν λοιπῷ ὄντι τῷ τοῦ Ἄρεως καὶ λόγον ἔχοντι πρὸς αὐτὸ διὰ τὸν οἶκον τὸν Σκορπίον· συνοικοδεσποτοῦσι δὲ αὐτῷ διά τε τὴν αἵρεσιν καὶ τὸ θηλυκὸν τῶν ζῳδίων νυκτὸς μὲν ἡ σελήνη, ἡμέρας δὲ ὁ τῆς Ἀφροδίτης, καὶ ἔστιν ὁ μὲν Καρκίνος πρὸς τῷ θερινῷ κύκλῳ, ὁ δὲ Σκορπίος πρὸς τῷ χειμερινῷ μᾶλλον, οἱ δὲ Ιχθῦς πρὸς τῷ ἰσημερινῷ. καὶ τοῦτο δὲ τὸ τρίγωνον συνίσταται προηγουμένως μὲν λιβυκὸν διὰ τὴν τοῦ Ἄρεως καὶ τῆς σελήνης οἰκοδεσποτίαν, κατὰ μῖξιν δὲ νοτολιβυκὸν διὰ τὴν τῆς Ἀφροδίτης οἰκοδεσποτίαν.Περὶ ὑψωμάτων Τὰ δὲ καλούμενα τῶν πλανωμένων ὑψώματα λόγον ἔχει τοιόνδε ἐπειδὴ γὰρ ὁ ἥλιος ἐν μὲν τῷ Κριῷ γενόμενος τὴν εἰς τὸ ὑψηλὸν καὶ βόρειον ἡμικύκλιον μετάβασιν ποιεῖται, ἐν δὲ ταῖς Χηλαῖς τὴν εἰς τὸ ταπεινὸν καὶ νότιον, εἰκότως τὸν μὲν Κριὸν ὡς ὕψωμα ἀνατεθήκασιν αὐτῷ καθʼ ὃν ἄρχεται καὶ τὸ τῆς ἡμέρας μέγεθος καὶ τὸ τῆς φύσεως αὐτοῦ θερμαντικὸν αὔξεσθαι, τὰς δὲ Χηλὰς ὡς ταπείνωμα διὰ τὰ ἐναντία. Ὁ δὲ τοῦ Κρόνου πάλιν ἵνα πρὸς τὸν ἥλιον διάμετρον στάσιν ἔχῃ, ὥσπερ καὶ ἐπὶ τῶν οἴκων, τὸν μὲν Ζυγὸν ἀντικειμένως ὡς ὕψωμα ἔλαβε, τὸν δὲ Κριὸν ὡς ταπείνωμα. ὅπου γάρ τὸ θερμὸν αὔξεται, μειοῦται ἐκεῖ τὸ ψυχρόν, καὶ ὅπου ἐκεῖνο μειοῦται, τὸ ψυχρὸν αὔξεται. πάλιν ἐπειδὴ ἐν τῷ ὑψώματι τοῦ ἡλίου ἐν τῷ Κριῷ συνοδεύουσα ἡ σελήνη πρώτην ποιεῖται φάσιν καὶ ἀρχὴν τῆς τοῦ φωτὸς αὐξήσεως καὶ ὡσπερεὶ ὑψώσεως ἐν τῷ τοῦ ἰδίου τριγώνου πρώτῳ ζῳδιῳ τῷ Ταύρῳ, τοῦτο μὲν αὐτῆς ὕψωμα ἐκλήθη, τὸ δὲ διάμετρον τὸ τοῦ Σκορπίου ταπείνωμα Μετὰ ταῦτα δὲ ὁ μὲν τοῦ Διὸς τῶν βορείων καὶ τῶν γονίμων πνευμάτων ἀποτελεστικὸς ὢν ἐν Καρκίνῳ μάλιστα βορειότατος γινόμενος αὔξεται πάλιν καὶ πληροῖ τὴν ἰδίαν δύναμιν· ὅθεν τοῦτο μὲν τὸ δωδεκατημόριον ὕψωμα πεποιήκασιν αὐτοῦ, τὸν δὲ Αἰγόκερων ταπεινωμα. Ὁ δὲ τοῦ Ἄρεως φύσει καυσώδης ὢν καὶ μᾶλλον ἐν Αἰγόκερῳ διὰ τὸ νοτιώτατον γίνεσθαι καυστικώτερος γινόμενος, καὶ αὐτὸς μὲν εἰκότως ἔλαβεν ὕψωμα κατʼ ἀντίθεσιν τῷ τοῦ Διὸς τὸν Αἰγόκερων, ταπείνωμα δὲ τὸν Καρκίνον. Πάλιν ὁ μὲν τῆς Ἀφροδίτης ὑγραντικὸς ὢν φύσει καὶ μᾶλλον ἐν τοῖς Ἰχθύσι, ἐν οἷς ἡ τοῦ ὑγροῦ ἔαρος ἀρχὴ προσημαίνεται, καὶ αὐτὸς αὐξάνων τὴν οἰκείαν δύναμιν, τὸ μὲν ὕψωμα ἔσχεν ἐν τοῖς Ἰχθύσι, τὸ δὲ ταπείνωμα ἐν τῇ Παρθένῳ.Ὁ δὲ τοῦ Ἑρμοῦ τὸ ἐναντίον μᾶλλον ὑπόξηρος ὢν εἰκότως καὶ κατὰ τὸ ἀντικείμενον ἐν μὲν τῇ Παρθένῳ καθʼ ἣν τὸ ξηρὸν μετόπωρον προσημαίνεται, καὶ αὐτὸς ὥσπερ ὑψοῦται, κατὰ δὲ τοὺς Ἰχθῦς ταπεινοῦται.Περὶ ὁρίων διαθέσεως Περὶ δὲ τῶν ὁρίων δισσοὶ μάλιστα φέρονται τρόποι, καὶ ὁ μέν ἐστιν Αἰγυπτιακός, ὁ πρὸς τὰς τῶν οἴκων ὡς ἐπὶ πᾶν κυρίας· ὁ δὲ Χαλδαϊκός, ὁ πρὸς τὰς τῶν τριγώνων οἰκοδεσποτίας. ὁ μὲν οὖν Αἰγυπτιακὸς ὁ τῶν κοινῶς φερομένων ὁρίων οὐ πάνυ τοι σῴζει τὴν ἀκολουθίαν οὔτε τῆς τάξεως οὔτε τῆς καθʼ ἕκαστον ποσότητος. πρῶτον μὲν γὰρ ἐπὶ τῆς τάξεως πῂ μὲν τοῖς τῶν οἴκων κυρίοις τὰ πρωτεῖα δεδώκασιν, πῂ δὲ τοῖς τῶν τριγώνων ἐνίοτε δὲ καὶ τοῖς τῶν ὑψωμάτων. ἐπεὶ παραδείγματος ἕνεκεν, εἴ γε τοῖς οἴκοις ἠκολουθήκασι, διὰ τί τῷ τοῦ Κρόνου εἰ τύχοι πρώτῳ δεδώκασιν ἐν Ζυγῷ καὶ οὐ τῷ τῆς Ἀφροδίτης, καὶ διὰ τί ἐν Κριῷ τῷ τοῦ Διὶ καὶ οὐ τῷ τοῦ Ἄρεως; εἴτε τοῖς τριγώνοις, διὰ τί τῷ τοῦ Ἑρμοῦ δεδώκασιν ἐν Αἰγόκερῳ καὶ οὐ τῷ τῆς Ἀφροδίτης; εἴτε καὶ τοῖς ὑψώμασι, διὰ τί τῷ τοῦ Ἄρεως ἐν Καρκίνῳ καὶ οὐ τῷ τοῦ Διός; εἴτε τοῖς τὰ πλεῖστα τούτων ἔχουσι, διὰ τί ἐν Ὑδροχόῳ τῷ τοῦ Ἑρμοῦ δεδώκασι, τρίγωνον ἔχοντι μόνον, καὶ οὐχὶ τῷ τοῦ Κρόνου· τούτου γὰρ καὶ οἶκός ἐστι καὶ τρίγωνον. ἢ διὰ τί ὅλως ἐν Αἰγόκερῳ τῷ τοῦ Ἑρμοῦ πρώτῳ δεδώκασι μηδένα λόγον ἔχοντι πρὸς τὸ ζῴδιον οἰκοδεσποτίας; καὶ ἐπὶ τῆς λοιπῆς διατάξεως τὴν αὐτὴν ἀναλογίαν ἄν τις εὕροι. Δεύτερον δὲ καὶ ἡ ποσότης τῶν ὁριων οὐδεμίαν ἀκολουθίαν ἔχουσα φαίνεται. ὁ γὰρ καθʼ ἕνα ἕκαστον ἀστέρα ἐπισυναγόμενος ἐκ πάντων ἀριθμός, πρὸς ὅν φασιν αὐτῶν τὰ χρονικὰ ἐπιμερίζεσθαι, οὐδένα οἰκεῖον οὐδὲ εὐαπόδεκτον ἔχει λόγον. ἐὰν δὲ καὶ τούτῳ τῷ κατὰ τὴν ἐπισυναγωγὴν ἀριθμῷ πιστεύσωμεν, ὡς ἄντικρυς ὑπʼ Αἰγυπτίων ὁμολογουμένῳ, πολλαχῶς μὲν καὶ ἄλλως τῆς κατὰ τὸ ζῴδιον ποσότητος ἐναλλασσομένης, ὁ αὐτὸς ἀριθμὸς ἂν συναγόμενος εὑρεθείη. καὶ ὃ πιθανολογεῖν δὲ καὶ σοφίζεσθαί τινες ἐπιχειροῦσι περὶ αὐτῶν, ὅτι κατὰ παντὸς κλίματος ἀναφορικὸν λόγον οἱ καθ̓ ἕκαστον ἀστέρα συσχηματιζόμενοί πως χρόνοι τὴν αὐτὴν ἐπισυνάγουσι ποσότητα, ψεῦδός ἐστι.