καὶ στερεὰ μέν ἐστι τὰ ἑπόμενα τοῖς τε τροπικοῖς καὶ τοῖς ἰσημερινοῖς, Ταῦρος, Λέων, Σκορπίος, Ὑδροχόος, ἐπειδὴ τῶν ἐν ἐκείνοις ἀρχομένων ὡρῶν αἵ τε ὑγρότητες καὶ θερμότητες καὶ ξηρότητες καὶ ψυχρότητες, ἐν τούτοις γινομένου τοῦ ἡλίου, μᾶλλον καὶ στερεώτερον ἡμῶν καθικνοῦνται, οὐ τῶν καταστημάτων φύσει γινομένων τότε ἀκρατοτέρων, ἀλλ’ ἡμῶν ἐγκεχρονικότων αὐτοῖς ἤδη καὶ διὰ τοῦτο τῆς ἰσχύος εὐαισθητότερον ἀντιλαμβανομένων. Δίσωμα δέ ἐστι τὰ τοῖς στερεοῖς ἑπόμενα, Διδυμοι, Παρθένος, Τοξότης, Ἰχθῦς, διὰ τὸ μεταξύ τε εἶναι τῶν στερεῶν καὶ τῶν τροπικῶν καὶ ἰσημερινῶν, καὶ ὥσπερ κεκοινωνηκέναι κατὰ τὰ τέλη καὶ τὰς ἀρχὰς τῆς τῶν δύο καταστημάτων φυσικῆς ἰδιοτροπίας.Περὶ ἀρρενικῶν καὶ θηλυκῶν ζῳδίων Πάλιν δὲ ὡσαύτως ἓξ μὲν τῶν δωδεκατημορίων ἀπένειμαν τῇ φύσει τῇ ἀρρενικῇ καὶ ἡμερινῇ, τὰ δὲ ἴσα τῇ θηλυκῇ καὶ νυκτερινῇ. καὶ ἡ μὲν τάξις αὐτοῖς ἐδόθη παρʼ ἓν διὰ τὸ συνεζεῦχθαι καὶ ἐγγὺς ἀεὶ τυγχάνειν τήν τε ἡμέραν τῇ νυκτὶ καὶ τὸ θῆλυ τῷ ἄρρενι. τῆς δὲ ἀρχῆς ἀπὸ τοῦ Κριοῦ δἰ ἃς εἴπομεν αἰτίας λαμβανομένης, ὡσαύτως δὲ καὶ τοῦ ἄρρενος ἄρχοντος καὶ πρωτεύοντος, ἐπειδὴ καὶ τὸ ποιητικὸν ἀεὶ τοῦ παθητικοῦ πρῶτόν ἐστι τῇ δυνάμει, τὸ μὲν τοῦ Κριοῦ δωδεκατημόριον καὶ ἔτι τὸ τῶν Χηλῶν ἀρρενικὰ ἔδοξε καὶ ἡμερινά, καὶ ἅμα ἐπειδήπερ ὁ ἰσημερινὸς κύκλος δἰ αὐτῶν γραφόμενος τὴν πρώτην καὶ ἰσχυροτάτην τῶν ὅλων φορὰν ἀποτελεῖ· τὰ δὲ ἐφεξῆς αὐτῶν ἀκολούθως τῇ παρʼ ἕν, ὡς ἔφαμεν, τάξει. Χρῶνται δέ τινες τῇ τάξει τῶν ἀρρενικῶν καὶ θηλυκῶν καὶ ἀπὸ τοῦ ἀνατέλλοντος δωδεκατημορίου, ὃ δὴ καλοῦσιν ὡρόσκοπον, τὴν ἀρχὴν τοῦ ἄρρενος ποιούμενοι. ὥσπερ γὰρ καὶ τὴν τῶν τροπικῶν ἀρχὴν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου λαμβάνουσιν ἔνιοι διὰ τὸ ταύτην τάχιον τῶν ἄλλων τρέπεσθαι, οὕτω καὶ τὴν τῶν ἀρρενικῶν ἀπὸ τοῦ ὡροσκοποῦντος διὰ τὸ ἀπηλιωτικώτερον, καὶ οἱ μὲν ὁμοίως παρʼ ἓν πάλιν τῇ τάξει χρώμενοι, οἱ δὲ καθʼ ὅλα τεταρτημόρια διαιροῦντες καὶ ἑῷα μὲν ἡγούμενοι καὶ ἀρρενικὰ τό τε ἀπὸ τοῦ ὡροσκόπου μέχρι τοῦ μεσουρανοῦντος καὶ τὸ κατʼ ἀντίθεσιν ἀπὸ τοῦ δύνοντος μέχρι τοῦ ὑπὸ γῆν μεσουρανοῦντος, ἑσπέρια δὲ καὶ θηλυκὰ τὰ λοιπὰ δύο τεταρτημόρια. καὶ ἄλλας δέ τινας τοῖς δωδεκατημορίοις προσηγορίας ἐφήρμοσαν ἀπὸ τῶν περὶ αὐτὰ μορφώσεων· λέγω δὲ οἷον τετράποδα καὶ χερσαῖα καὶ ἡγεμονικὰ καὶ πολύσπορα καὶ τὰ τοιαῦτα· ἃς αὐτόθεν τό τε αἴτιον καὶ τὸ ἐμφανιστικὸν ἐχούσας περιττὸν ἡγούμεθα καταριθμεῖν, τῆς ἐκ τῶν τοιούτων διατυπώσεων ποιότητος ἐν αἷς ἂν τῶν προτελέσεων χρησίμη φαίνηται δυναμένης προεκτίθεσθαι.Περὶ τῶν συσχηματιζομένων δωδεκατημορίων Οἰκειοῦται δὲ ἀλλήλοις τῶν μερῶν τοῦ ζωδιακοῦ πρῶτον τὰ συσχηματιζόμενα. ταῦτα δʼ ἐστὶν ὅσα διάμετρον ἔχει στάσιν, περιέχοντα δύο ὀρθὰς γωνίας καὶ ἓξ τῶν δωδεκατημορίων καὶ μοίρας ρπ· καὶ ὅσα τρίγωνον ἔχει στάσιν, περιέχοντα μίαν ὀρθὴν γωνίαν καὶ τρίτον καὶ δʼ δωδεκατημόρια καὶ μοίρας ρκ· καὶ ὅσα τετραγωνίζειν λέγεται, περιέχοντα μίαν ὀρθὴν καὶ γ δωδεκατημόρια καὶ μοίρας (??)· καὶ ἔτι ὅσα ἑξάγωνον ποιεῖται στάσιν, περιέχοντα δίμοιρον μιᾶς ὀρθῆς καὶ β δωδεκατημόρια καὶ μοίρας ξ. Δἰ ἣν δὲ αἰτίαν αὗται μόναι τῶν διαστάσεων παρελήφθησαν ἐκ τούτων ἂν μάθοιμεν. τῆς μὲν γὰρ κατὰ τὸ διάμετρον αὐτόθεν ἐστὶν ὁ λόγος φανερὸς ἐπειδήπερ ἐπὶ μιᾶς εὐθείας ποιεῖται τὰς συναντήσεις. λαμβανομένων δὲ τῶν δύο μεγίστων καὶ διὰ συμφωνίας μορίων τε καὶ ἐπιμορίων, μορίων μὲν πρὸς τὴν τῶν β ὀρθῶν διάμετρον τοῦ τε ἡμίσους καὶ τοῦ τρίτου, τὸ μὲν εἰς δύο τὴν τοῦ τετραγώνου πεποίηκε, τὸ δὲ εἰς τρία τὴν τοῦ ἑξαγώνου καὶ τὴν τοῦ τριγώνου· ἐπιμορίων δὲ πρὸς τὸ τῆς μιᾶς ὀρθῆς τετράγωνον μεταξὺ λαμβανομένου τοῦ τε ἡμιολίου καὶ τοῦ ἐπιτρίτου, τὸ μὲν ἡμιόλιον ἐποίησε τὴν τοῦ τετραγώνου πρὸς τὴν τοῦ ἑξαγώνου, τὸ δὲ ἐπίτριτον τὴν τοῦ τριγώνου πρὸς τὴν τοῦ τετραγώνου. τούτων μέντοι τῶν σχηματισμῶν οἱ μὲν τρίγωνοι καὶ ἑξάγωνοι σύμφωνοι καλοῦνται διὰ τὸ ἐξ ὁμογενῶν συγκεῖσθαι δωδεκατημορίων ἢ ἐκ πάντων θηλυκῶν ἢ ἀρρενικῶν ἀσύμφωνοι δὲ οἱ τετράγωνοι καὶ οἱ κατὰ διάμετρον διότι κατὰ ἀντίθεσιν τῶν ὁμογενῶν τὴν σύστασιν λαμβάνουσιν.Περὶ προσταττόντων καὶ ἀκουόντων Ὡσαύτως δὲ προστάττοντα καὶ ἀκούοντα λέγεται τμήματα τὰ κατʼ ἴσην διάστασιν ἀπὸ τοῦ αὐτοῦ, ἢ καὶ ὁποτέρου, τῶν ἰσημερινῶν σημείων ἐσχηματισμένα διὰ τὸ ἐν τοῖς ἴσοις χρόνοις ἀναφέρεσθαι καὶ ἐπὶ τῶν ἴσων εἶναι παραλλήλων. τούτων δὲ τὰ μὲν ἐν τῷ θερινῷ ἡμικυκλίῳ προστάττοντα καλεῖται, τὰ δʼ ἐν τῷ χειμερινῷ ὑπακούοντα, διὰ τὸ κατʼ ἐκεῖνο μὲν γινόμενον τὸν ἥλιον μείζονα ποιεῖν τῆς νυκτὸς τὴν ἡμέραν, κατὰ τοῦτο δὲ ἐλάττω.Περὶ βλεπόντων καὶ ἰσοδυναμούντων Πάλιν δὲ ἰσοδυναμεῖν φασιν ἀλλήλοις μέρη τὰ τοῦ αὐτοῦ καὶ ὁποτέρου τῶν τροπικῶν σημείων τὸ ἴσον ἀφεστῶτα, διὰ τὸ καθʼ ἑκάτερον αὐτῶν τοῦ ἡλίου γινομένου τάς τε ἡμέρας ταῖς ἡμέραις καὶ τὰς νύκτας ταῖς νυξὶ καὶ τὰ διαστήματα τῶν οἰκείων ὡρῶν ἰσοχρόνως ἀποτελεῖσθαι. ταῦτα δὲ καὶ βλέπειν ἄλληλα λέγεται διά τε τὰ προειρημένα καὶ ἐπειδήπερ ἑκάτερον αὐτῶν ἔκ τε τῶν αὐτῶν μερῶν τοῦ ὁρίζοντος ἀνατέλλει καὶ εἰς τὰ αὐτὰ καταδύνει.