πάρεστι μυρία κέλευθοςἀμβροσίων μελέων,ὃς ἂν παρὰ Πιερίδων λά-χῃσι δῶρα Μουσᾶν,ἰοβλέφαροί τε καὶφερεστέφανοι Χάριτεςβάλωσιν ἄμφι τιμὰνὕμνοισιν· ὕφαινέ νυν ἐνταῖς πολυηράτοις τι κλεινὸνὀλβίαις Ἀθάναις,εὐαίνετε Κηϊα μέριμνα.πρέπει σε φερτάταν ἴμενὁδὸν παρὰ Καλλιόπας λα-χοῖσαν ἔξοχον γέρας.ἦεν Ἄργος ὅθʼ ἵππιον λιποῦσαφεῦγε χρυσέα βοῦς,εῦρυσθενέος φραδαῖσι φερτάτου Διός,Ἰνάχου ῥοδοδάκτυλος κόρα·ὅτʼ Ἄργον ὄμμασιν βλέπονταπάντοθεν ἀκαμάτοιςμεγιστοάνασσα κέλευσεχρυσόπεπλος Ἥραἄκοιτον ἄϋπνον ἐό ν-τα καλλικέραν δάμαλινφυλάσσεν· οὐδὲ Μαίαςυἱὸς δύνατʼ οὔτε κατʼ εὐ-φεγγέας ἁμέρας λαθεῖν νινοὔτε νύκτας ἁγν[άς.εἴτʼ οὖν γένετʼ ἐ[ν ˘¯˘¯˘ποδαρκέʼ ἄγγελο[ν Διὸςκτανεῖν τότε [Γᾶς ˘˘¯˘ὀβριμοσπόρου λ[˘×Ἄργον· ἤ ῥα καὶ [¯˘¯˘¯˘ἄσπετοι μέριμν[αι·ἢ Πιερίδες φύτευ[σαν ¯˘¯˘×καδέων ἀνάπαυσ[ιν ¯˘×ἐμοὶ μὲν οὖνἀσφαλέστατον ἁ προ[ἐπεὶ παρʼ ἀνθεμώ[δεαΝεῖλον ἀφίκετʼ ο[ἰστροπλὰξ