ἔσχεν; ἦ θεὸς αὐτὸν ὁρμᾷ,δίκας ἀδίκοισιν ὄφρα μήσεται·οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ-δοντα μὴ ʼντυχεῖν κακῷ.πάντʼ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται.δύο ϝοι φῶτε μόνους ἁμαρτεῖνλέγει, περὶ φαιδίμοισι δʼ ὤμοιςξίφος ἔχειν ἐλεφαντόκωπον ·ξεστοὺς δὲ δύʼ ἐν χέρεσσʼ ἄκονταςκηὔτυκτον κυνέαν Λάκαι-ναν κρατὸς πέρι πυρσοχαίτου·στέρνοις τε πορφύρ εο νχιτῶνʼ ἄμφι, καὶ οὔλιονΘεσσαλὰν χλαμύδʼ· ὀμμάτων δὲστίλβειν ἄπο Λαμνίανφοίνισσαν φλόγα· παῖδα δʼ ἔμμενπρώθηβον, ἀρηΐων δʼ ἀθυρμάτωνμεμνᾶσθαι πολέμου τε καὶχαλκεοκτύπου μάχας·δίζησθαι δὲ φιλαγλάους Ἀθάνας.