βασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν,τῶν ἁβροβίων ἄναξ Ἰώνων,τί νέον ἔκλαγε χαλκοκώδωνσάλπιγξ πολεμηΐαν ἀοιδάν;ἦ τις ἁμετέρας χθονὸςδυσμενὴς ὅριʼ ἀμφιβάλλειστρατα·γέτας ἀνήρ;ἢ λῃσταὶ κακομάχανοιποιμένων ἀέκατι μήλωνσεύοντʼ ἀγέλας βίᾳ;ἢ τί τοι κραδίαν ἀμύσσει;φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶνἀλκίμων ἐπικουρίανκαὶ τὶν ἔμμεναι νέων,ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας.νέ]ον ἦλθεν δολιχὰν ἀμείψαςκᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον·ἄφατα δʼ ἔργα λέγει κραταιοῦφωτός· τὸν ὑπέρβιόν τʼ ἔπεφνενΣίνιν, ὃς ἰσχύϊ φέρτατοςθνατῶν ἦν, Κρονίδα Λυταίουσεισίχθονος τέκος·σῦν τʼ ἀνδροκτόνον ἐν νάπαιςΚρεμμυῶνος, ἀτάσθαλόν τεΣκίρωνα κατέκτανεν·τάν τε Κερκυόνος παλαίστρανἔσχεν, Πολυπήμονός τε καρτερὰνσφῦραν ἐξέβαλεν Προκό-πτας, ἀρείονος τυχὼνφωτός. ταῦτα δέδοιχʼ ὅπᾳ τελεῖται.τίνα δʼ ἔμμεν πόθεν ἄνδρα τοῦτονλέγει, τίνα τε στολὰν ἔχοντα;πότερα σὺν πολεμηΐοις ὅ-πλοισι στρατιὰν ἄγοντα πολλάν;ἢ μοῦνον σὺν ὀπ.άοσινστείχειν ἔμπορον οἷʼ ἀλάτανἐπʼ ἀλλοδαμίαν,ἰσχυρόν τε καὶ ἄλκιμονὧδε καὶ θρασύν, ὅς τε τούτωνἀνδρῶν κρατερὸν σθένος