ὣς εἶπε· τῷ δʼ οὐ πάλινθυμὸς ἀνεκάμπτετʼ, ἀλλʼ εὐ-πάκτων ἐπʼ ἰκρίωνσταθεὶς ὄρουσε, πόντιόν τέ νινδέξατο θελημὸν ἄλσος.τά[φ]εν δὲ Διὸς υἱὸς ἔνδοθενκέαρ, κέλευσέ τε κατʼ οὖ-ρον ἴσχεν εὐδαίδαλοννᾶα· μοῖρα δʼ ἑτέραν ἐπόρσυνʼ ὁδόν.ἵετο δʼ ὠκύπομπον δόρυ· σόεινιν βορεὰς ἐξόπιν πνέουσʼ ἀήτα·τρέσσαν δʼ Ἀθαναίωνἠϊθ έω ν πᾶν γένος, ἐπεὶἥρως θόρεν πόντονδε, κα-τὰ λειρίων τʼ ὀμμάτων δά-κρυ χ έο ν, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν·φέρον δὲ δελφῖνες ἁλι-ναιέται μέγαν θοῶςΘησέα πατρὸς ἱππί-ου δόμον, μέγαρόν τε θεῶνμόλεν· τόθι κλυτὰς ἰδὼνἔδεισʼ ὀλβίοιο Νη-ρέος κόρας· ἀπὸ γὰρ ἀγλα-ῶν λάμπε γυίων σέλαςὧτε πυρός, ἀμφὶ χαίταιςδὲ χρυσεόπλοκοιδίνηντο ταινίαι· χορῷ δʼ ἔτερ-πον κέαρ ὑγροῖσι ποσσίν·σεμνάν τε πατρὸς ἄλοχον φίλανἴδε βοῶπιν ἐρατοῖ-σιν Ἀμφιτρίταν δόμοις·ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν,κόμαισί τʼ ἐπέθηκεν οὔλαιςἀμεμφέα πλόκον,τόν ποτέ ϝοι ἐν γάμῳδῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.ἄπιστον ὅ τι δαίμονεςθ έω σιν οὐδὲν φρενοάραις βροτοῖς·νᾶα παρὰ λεπτόπρυμνον φάνη· φεῦ,οἵαισιν ἐν φροντίσι Κνώσιον