ἐρύκεν ὕβριν· οὐ γὰρ ἂν θελοι-μʼ ἀμβρότου ἐραννὸν Ἀοῦςἰδεῖν φάος, ἐπεί τινʼ ἠϊθ έω νσὺ δαμάσειας ἀέκον-τα· πρόσθε χειρῶν βίανδείξομεν· τὰ δʼ ἐπιόντα δαίμων κρινεῖ.τόσʼ εἶ]πεν ἀρέταιχμος ἥρως·τάφον δὲ ναυβάταιφωτὸς] ὑπεράφανονθάρσος· Ἁλίου τε γαμβρῷ χολώ[σατʼ ἦτορ,ὕφαινέ τε ποταινίανμῆτιν, εἶπέν τε· μεγαλοσθενὲςΖεῦ πάτερ, ἄκουσον· εἴπερ μ[ε κούρ]αΦοίνισσα λευκώλενος σοὶ τέκε,νῦν πρόπεμπʼ ἀπʼ οὐρανοῦ θ[οὰνπυριέθειραν ἀστραπὰνσᾶμʼ ἀρίγνωτον· εἰδὲ καὶ σὲ Τροιζηνία σεισίχθονιφύτευσεν Αἴθρα Ποσει-δᾶνι, τόνδε χρύσεονχειρὸς ἀγλαὸνἔνεγκε κόσμον ἐκ βαθείας ἁλός,δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.εἴσεαι δʼ αἴ κʼ ἐμᾶς κλύῃΚρόνιος εὐχᾶςἀναξιβρόντας ὁ πάντων μεδ έω ν.κλύε δʼ ἄμετρον εὐχὰν μεγασθενὴςΖεύς, ὑπέροχόν τε Μίνωϊ φύτευσετιμὰν φίλῳ θέλωνπαιδὶ πανδερκέα θέμεν,ἄστραψέ θʼ· ὁ δὲ θυμάρμενονἰδὼν τέρας πέτασε χεῖραςκλυτὰν ἐς αἰθέρα μενεπτόλεμος ἥρως,εἶρέν τε· Θησεῦ, σὺ τάδεμὲν βλέπεις σαφῆ Διὸςδῶρα· σὺ δʼ ὄρνυʼ ἐς βα-ρύβρομον πέλαγος· Κρονίδαςδέ τοι πατὴρ ἄναξ τελεῖΠοσειδὰν ὑπέρτατονκλέος χθόνα κατʼ ἠΰδενδρον.