Κυανόπρῳρα μὲν ναῦς μενέκτυπονΘησέα δὶς ἑπτά τʼ ἀγλαοὺς ἄγουσακούρους ἸαόνωνΚρητικὸν τάμνε πέλαγος·τηλαυγέϊ γὰρ [ἐν] φάρεϊβορήϊαι πίτνον αὖραικλυτᾶς ἕκατι π[ο]λεμαίγιδος Ἀθάνας·κνίσεν τε Μίνωϊ κέαρἱμεράμπυκος θεᾶςΚύπριδος αἰνὰ δῶρα·χεῖρα δʼ οὐκέτι παρθενικᾶςἄτερθʼ ἐράτυεν, θίγενδὲ λευκᾶν παρηΐδων·βόασέ τʼ Ἐρίβοια χαλκο-θώρακα Πανδίονοςἔκγονον· ἴδεν δὲ Θησεύς,μέλαν δʼ ὑπʼ ὀφρύωνδίνασεν ὄμμα, καρδίαν τέ ϝοισχέτλιον ἄμυξεν ἄλγος,εἶρέν τε· Διὸς υἱὲ φερτάτου,ὅσιον οὐκέτι τεᾶνἔσω κυβερνᾷς φρενῶνθυμόν· ἴσχε μεγαλοῦχον ἥρως βίαν.ὅ τι μὲν ἐκ θεῶν μοῖρα παγκρατὴςἄμμι κατένευσε καὶ Δίκας ῥέπει τά-λαντον, πεπρωμέναναἶσαν ἐκπλήσομεν, ὅτανἔλθῃ· σὺ δὲ βαρεῖαν κάτε-χε μῆτιν. εἰ καί σε κεδνὰτέκεν λέχει Διὸς ὑπὸ κρόταφον Ἴδαςμιγεῖσα Φοίνικος ἐρα-τώνυμος κόρα βροτῶνφέρτατον, ἀλλὰ κἀμὲΠιτθέος θυγάτηρ ἀφνεοῦπλαθεῖσα ποντίῳ τέκενΠοσειδᾶνι, χρύσεοντέ ϝοι δόσαν ἰόπλοκοικάλυμμα Νηρηΐδες.τῶ σε, πολέμαρχε Κνωσίων,κέλομαι πολύστονον