Πυθ]ίου [ἔπʼ εἶμʼ], ἐπεὶὁλκ]άδʼ ἔπεμψεν ἐμοὶ χρυσέανΠιερ]ίαθε[ν ἐΰθ]ρονος Οὐρανία,πολυφ]άτων γέμουσαν ὕμνων!!!!!]ν̣ εἴτʼ ἄρʼ ἐπʼ ἀνθεμόεντι Ἕβρῳ!!!!! ἀ]γάλλεται ἢ δολιχαύχενι κύκνῳ,ὀπὶ ἁ]δεΐᾳ φρένα τερπόμενος,!!!!!!]δʼ ἵκῃ παιηόνωνἄνθεα πεδοιχνεῖν,Πύθιʼ Ἄπολλον,τόσα χοροὶ Δελφῶνσὸν κελάδησαν παρʼ ἀγακλέα ναόν.πρίν γε κλέομεν λιπεῖνΟἰχαλίαν πυρὶ δαπτομένανἈμφιτρυωνιάδαν θρασυμηδέα φῶ-θʼ, ἵκετο δʼ ἀμφικύμονʼ ἀκτάν·ἔνθʼ ἀπὸ λαΐδος εὐρυνεφεῖ ΚηναίῳΖηνὶ θύεν βαρυαχέας ἐννέα ταύρουςδύο τʼ ὀρσιάλῳ δαμασίχθονι μέλ-λε κόρᾳ τʼ ὀβριμοδερκεῖ ἄζυγαπαρθένῳ Ἀθάνᾳὑψικέραν βοῦν.τότʼ ἄμαχος δαίμωνΔαϊανείρᾳ πολύδακρυν ὕφανεμῆτιν ἐπίφρονʼ, ἐπεὶπύθετʼ ἀγγελίαν ταλαπενθέα,Ἰόλαν ὅτι λευκώλενονΔιὸς υἱὸς ἀταρβομάχαςἄλοχον λιπαρὸ[ν π]οτὶ δόμον πέμποι.ἆ δύσμορος, ἆ τάλαινʼ, οἷον ἐμήσατο·φθόνος εὐρυβίας νιν ἀπώλεσεν,δνόφεόν τε κάλυμμα τῶνὕστερον ἐρχομένων,ὅτʼ ἐπὶ ῥοδόεντι Λυκόρμᾳδέξατο Νέσσου πάρα δαιμόνιον τέρ[ας.