δόξαν, ὦ χρυσαλάκατοι Χάριτες,πεισίμβροτον δοίητʼ, ἐπεὶΜουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάταςεὔτυκος Φλειοῦντά τε καὶ ΝεμεαίουΖηνὸς εὐθαλὲς πέδονὑμνεῖν, ὅθι μηλοδαΐκτανθρέψεν ἁ λευκώλενοςἭρα περικλειτῶν ἀέθλωνπρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα.κεῖ[θι φοι]νικάσπιδες ἡμίθεοιπρώτιστον Ἀργείων κριτοὶἄθλησαν ἐπʼ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴςπέφνʼ ἀωτεύοντα δράκων ὑπέροπλος,σᾶμα μέλλοντος φόνου.ὦ μοῖρα πολυκρατές· οὔ νινπεῖθʼ Ὀϊκλείδας πάλινστείχειν ἐς εὐάνδρους ἀγυιάς.ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]αἃ καὶ τότʼ Ἄδραστον Ταλ[αϊονίδανπέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα[γκτῷ] πρόξεν[ον.κείνων ἀπʼ εὐδόξων ἀγώνωνἐν Νεμ έᾳ κλεινοὶ βροτῶνοἳ τριέτει στεφάνῳξανθὰν ἐρέψωνται κόμαν.Αὐτομήδει νῦν γε νικά-σαντί νιν δαίμων ἔδωκεν.πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡςἄστρων διακρίνει φάηνυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα·τοῖος Ἑλλάνων διʼ ἀπείρονα κύκλονφαῖνε θαυμαστὸν δέμας,δισκὸν τροχοειδέα ῥίπτων,καὶ μελαμφύλλου κλάδονἀκτ έα ς ἐς αἰπεινὰν προπέμπωναἰθέρʼ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν,ἢ τελευταίας ἀμάρυγμα πάλας·τοιῷ[δʼ ὑπερθύ]μῳ σ[θένε]ιγυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσαςἵκετʼ [Ἀσωπὸ]ν παρὰ πορφυροδίναν,τοῦ κ[λέος π]ᾶσαν χθόνα