Λάχων Διὸς μεγίστουλάχε φέρτατον πόδεσσικῦδος ἐπʼ Ἀλφ εοῦ προχοαῖσ[ι νικῶν,διʼ ὅσσα πάροιθενἀμπελοτρόφον Κέονἄεισάν ποτʼ Ὀλυμπίᾳπύξ τε καὶ στάδιον κρατεῦ-σαν] στεφάνοις ἐθείραςνεανίαι βρύοντες.σὲ δὲ νῦν ἀναξιμόλπουΟὐρανίας ὕμνος ἕκατι νίκ[αςἈριστομένειονὦ ποδάνεμον τέκος,γεραίρει προδόμοις ἀοι-δαῖς, ὅτι στάδιον κρατή-σας Κέον εὐκλέϊξας.