μὴ ταΰσιον προΐειτραχὺν ἐκ χειρῶν ὀϊστὸνψυχαῖσιν ἔπι φθιμένων·οὔτοι δέος. ὣς φάτο· θάμβησεν δʼ ἄναξἈμφιτρυωνιάδας,εἶπέν τε· τίς ἀθανάτωνἢ βροτῶν τοιοῦτον ἔρνοςθρέψεν ἐν ποίᾳ χθονί;τίς δʼ ἔκτανεν ; ἦ τάχα καλλίζωνος Ἥρακεῖνον ἐφʼ ἁμετέρᾳπέμψει κεφαλᾷ· τὰ δέ πουΠαλλάδι ξανθᾷ μέλει.τὸν δὲ προσέφα Μελέαγροςδακρυόεις· χαλεπὸνθ εῶ ν παρατρέψαι νόονἄνδρεσσιν ἐπιχθονίοις.καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺςπαῦσεν καλυκοστεφάνουσεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένουλισσόμενος πολέωντʼ αἰγῶν θυσίαισι πατὴρκαὶ βοῶν φοινικονώτων·ἀλλʼ ἀνίκατον θεὰἔσχεν χόλον· εὐρυβίαν δʼ ἔσσευε κούρακάπρον ἀναιδομάχανἐς καλλίχορον Καλυδῶ-νʼ, ἔνθα πλημύρων σθένειὄρχους ἐπέκειρεν ὀδόντι,σφάζε τε μῆλα, βροτῶνθʼ ὅστις εἰσάνταν μόλοι.τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοιστασάμεθʼ ἐνδυκέωςἓξ ἄματα συνεχέως· ἐπεὶ δὲ δαίμωνκάρτος Αἰτωλοῖς ὄρεξεν,θάπτομεν οὓς κατέπε-φνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ,Ἀγκαῖον ἐμῶν τʼ Ἀγέλαονφ[έρτ]ατον κεδνῶν ἀδελφ εῶ ν,οὓς τέ]κεν ἐν μεγάροιςπατρὸ]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος·