Πυθῶνί τʼ ἐν ἀγαθέᾳ·γᾷ δʼ ἐπισκήπτων πιφαύσκω·οὔπω νιν ὑπὸ προτέρωνἵππων ἐν ἀγῶνι κατέχρανεν κόνιςπρὸς τέλος ὀρνύμενον·ῥιπᾷ γὰρ ἴσος βορέαὃν κυβερνήταν φυλάσσωνἵεται νεόκροτοννίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων.ὄλβιος ᾧτινι θ εὸ ςμοῖράν τε καλῶν ἔπορενσύν τʼ ἐπιζήλῳ τύχᾳἀφν εὸ ν βιοτὰν διάγειν· οὐγάρ τις ἐπιχθονίωνπάντα γʼ εὐδαίμων ἔφυ.καὶ μάν π]οτʼ ἐρειψιπύλανπαῖδʼ ἀνίκ]ατον λέγουσινδῦναι Διὸς] ἀργικεραύ-νου δώματα Φερσεφόνας τανισφύρου,καρχαρόδοντα κύνʼ ἄ-ξοντʼ ἐς φάος ἐξ Ἀΐδα,υἱὸν ἀπλάτοιʼ Ἐχίδνας·ἔνθα δυστάνων βροτῶνψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέθροις,οἷά τε φύλλʼ ἄνεμοςἼδας ἀνὰ μηλοβότουςπρῶνας ἀργηστὰς δονεῖ.ταῖσιν δὲ μετέπρεπεν εἴδω-λον θρασυμέμνονος ἐγ-χεσπάλου Πορθανίδα·τὸν δʼ ὡς ἴδεν Ἀλκμήνιος θαυμαστὸς ἥρωςτεύχεσι λαμπόμενον,νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας,χαλκεόκρανον δʼ ἔπειτʼ ἐξ-είλετο ϝιὸν ἀνα-πτύξας φαρέτρας πῶμα· τῷ δʼ ἐναντίαψυχὰ προφάνη Μελεάγρουκαί νιν εὖ εἰδὼς προσεῖπεν·υἱὲ Διὸς μεγάλου,στᾶθί τʼ ἐν χώρᾳ, γελανώσας τε θυμόν