μηδʼ ἀελίου προσιδεῖνφέγγος· ἀλλʼ οὐ γάρ τίς ἐστινπρᾶξις τάδε μυρομένοις,χρὴ κεῖνο λέγειν ὅ,τι καὶ μέλλει τελεῖν.ἦ ῥα τις ἐν μεγάροιςΟἰνῆος ἀρηϊφίλουἔστιν ἀδμήτα θυγάτρων,σοὶ φυὰν ἀλιγκία;τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν.τὸν δὲ μενεπτολέμουψυχὰ προσέφα Μελεά-γρου· λίπον χλωραύχεναἐν δώμασι Δαϊάνειραν,νῆϊν ἔτι χρυσέαςΚύπριδος θελξιμβρότου.λευκώλενε Καλλιόπα,στᾶσον εὐποίητον ἅρμααὐτοῦ· Δία τε Κρονίδανὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,τόν τʼ ἀκαμαντορόανἈλφ εό ν, Πέλοπός τε βίαν,καὶ Πίσαν, ἔνθʼ ὁ κλεεννὸςποσσὶ νικάσας δρόμῳἦλθ]εν Φερένικος ἐς εὐπύργους Συρακόσ-σας Ἱέρωνι φέρωνεὐδ]αιμονίας πέταλον.χρὴ δʼ ἀλαθείας χάριναἰνεῖν, φθόνον ἀμφοτέραισινχερσὶν ἀπωσάμενον,εἴ τις εὖ πράσσοι βροτῶν.Βοιωτὸς ἀνὴρ τᾷδε φών[ησεν, γλυκειᾶνἩσίοδος πρόπολοςΜουσᾶν, ὃν ἂν ἀθάνατοι τι[μῶσι, τούτῳκαὶ βροτῶν φήμαν ἕπ[εσθαι.πείθομαι εὐμαρέωςεὐκλ έα κελεύθου γλῶσσαν οὐ[κ ἐκτὸς δίκαςπέμπειν Ἱέρωνι· τόθεν γὰρπυθμένες θάλλουσιν ἐσθλ[ῶν,τοὺς ὁ μεγιστοπάτωρΖεὺς ἀκινήτους ἐν εἰρήν[ᾳ φυλάσσοι.