τῶν δʼ ὤ]λεσε μοῖρʼ ὀλοὰπλεῦνα]ς· οὐ γάρ πω δαΐφρωνπαῦσεν] χόλον ἀγροτέραΛατοῦς θυγάτηρ· περὶ δʼ αἴθωνος δορᾶςμαρνάμεθʼ ἐνδυκέωςΚουρῆσι μενεπτολέμοις·ἔνθʼ ἐγὼ πολλοῖς σὺν ἄλλοιςἼφικλον κατέκτανονἐσθλόν τʼ Ἀφάρητα, θοοὺς μάτρωας· οὐ γὰρκαρτερόθυμος Ἄρηςκρίνει φίλον ἐν πολέμῳ·τυφλὰ δʼ ἐκ χειρῶν βέληψυχαῖς ἔπι δυσμενέων φοι-τᾷ θάνατόν τε φέρειτοῖσιν ἂν δαίμων θέλῃ·ταῦτʼ οὐκ ἐπιλεξαμέναΘεστίου κούρα δαΐφρωνμάτηρ κακόποτμος ἐμοὶβούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά·καῖέ τε δαιδαλέαςἐκ λάρνακος ὠκύμορονφιτρὸν ἀγκλαύσασα, τὸν δὴμοῖρʼ ἐπέκλωσεν τότεζωᾶς ὅρον ἁμετέρας ἔμμεν. τύχον μὲνΔαϊπύλου Κλύμενονπαῖδʼ ἄλκιμον ἐξεναρί-ζων ἀμώμητον δέμας,πύργων προπάροιθε κιχήσας·τοὶ δὲ πρὸς εὐκτιμένανφεῦγον ἀρχαίαν πόλινΠλευρῶνα· μινύνθη δέ μοι ψυχὰ γλυκεῖα,γνῶν δʼ ὀλιγοσθενέων·αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλ[άμωνἀγλαὰν ἥβαν προλείπων.φασὶν ἀδεισιβόανἈμφιτρύωνος παῖδα μοῦνον δὴ τότετέγξαι βλέφαρον, ταλαπενθ έο ςπότμον οἰκτίροντα φωτός·καί νιν ἀμειβόμενοςτοῖʼ ἔφα· θνατοῖσι μὴ φῦναι φέριστον,