εὔμοιρε Συρακοσίωνἱπποδινήτων στραταγέ,γνώσει μὲν ἰοστεφάνωνΜοισᾶν γλυκύδωρον ἄγαλμα, τῶν γε νῦναἴ τις ἐπιχθονίων,ὀρθῶς· φρένα δʼ εὐθύδικονἀτρέμʼ ἀμπαύσας μεριμνᾶνδεῦρʼ ἐπάθρησον νόῳ,ᾗ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφάναςὕμνον ἀπὸ ζαθέαςνάσου ξένος ὑμετέραν πέμ-πει κλεεννὰν ἐς πόλιν,χρυσάμπυκος Οὐρανίας κλει-νὸς θεράπων· ἐθέλει δὲγᾶρυν ἐκ στηθ έω ν χέωναἰνεῖν Ἱέρωνα. βαθὺνδʼ αἰθέρα ξουθαῖσι τάμνωνὑψοῦ πτερύγεσσι ταχεί-αις αἰετὸς εὐρυάνακτος ἄγγελοςΖηνὸς ἐρισφαράγουθαρσεῖ κρατερᾷ πίσυνοςἰσχύϊ, πτάσσοντι δʼ ὄρνι-χες λιγύφθογγοι φόβῳ·οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας,οὐδʼ ἁλὸς ἀκαμάταςδυσπαίπαλα κύματα· νωμᾶ-ται δʼ ἐν ἀτρύτῳ χάειλεπτότριχα σὺν ζεφύρου πνοι-αῖσιν ἔθειραν ἀρίγνω-τος μετʼ ἀνθρώποις ἰδεῖν·τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθοςὑμετέραν ἀρετὰνὑμνεῖν, κυανοπλοκάμου θʼ ἕκατι Νίκαςχαλκεοστέρνου τʼ Ἄρηος,Δεινομένευς ἀγέρω-χοι παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός.ξανθότριχα μὲν ΦερένικονἈλφεὸν παρʼ εὐρυδίνανπῶλον ἀελλοδρόμανεἶδε νικάσαντα χρυσόπαχυς Ἀώς,