χὥτι πεντήκοντʼ ἔτ εαζωὰν βαθύπλουτον τελεῖς.ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρκερδέων ὑπέρτατον.φρον έο ντι συνετὰ γαρύω· βαθὺς μὲναἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντουοὐ σάπεται· εὐφροσύνα δʼ ὁ χρυσός·ἀνδρὶ δʼ οὐ θέμις, πολιὸν π[αρ]ένταγῆρας, θάλειαν αὖτις ἀγκομίσσαιἥβαν. ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθειβροτῶν ἅμα σ[ώμα]τι φέγγος, ἀλλὰΜοῦσά νιν τρ[έφει]. Ἱέρων, σὺ δʼ ὄλβουκάλλιστʼ ἐπεδ[είξ]αο θνατοῖςἄνθεα· πράξα[ντι] δʼ εὖοὐ φέρει κόσμον σιω-πά· σὺν δʼ ἀλαθείᾳ καλῶνκαὶ μελιγλώσσου τις ὑμνήσει χάρινΚηΐας ἀηδόνος.