¯˘¯×¯˘¯×] μυρίων¯˘¯×¯˘¯]ν;ׯ˘˘×˘˘˘¯˘]ν ἄστυ,φοινίσσεται αἵματι χρυσο]δίναςΠακτωλός· ἀεικελίως γυναῖκεςἐξ ἐϋκτίτων μεγάρων ἄγονται·τὰ πρόσθε δʼ ἐχθρὰ φίλα· θανεῖν γλύκιστον.τόσʼ εἶπε, καὶ ἁβροβάταν κέλευσενἅπτειν ξύλινον δόμον. ἔ[κλαγ]ον δὲπαρθένοι, φίλας τʼ ἀνὰ ματρὶ χεῖραςἔβαλλον· ὁ γὰρ προφανὴς θνα-τοῖσιν ἔχθιστος φόνων·ἀλλʼ ἐπεὶ δεινοῦ πυρὸςλαμπρὸν διάϊ[σσεν μέ]νος,Ζεὺς ἐπιστάσα[ς μελαγκευ]θὲς νέφοςσβέννυεν ξανθὰ[ν φλόγα.ἄπιστον οὐδέν, ὅ τι θ[εῶν μέ]ριμνατεύχει· τότε Δαλογενὴς Ἀπόλλωνφέρων ἐς Ὑπερβορέους γέροντασὺν τανισφύροις κατένασσε κούραιςδι’ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν.ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.ὅσοι γε μὲν Ἑλλάδʼ ἔχουσιν, οὔτι[ς,ὦ μεγαίνητε Ἱέρων, θελήσειφάμ]εν σέο πλείονα χρυσὸνΛοξί]ᾳ πέμψαι βροτῶν.εὖ λέγ]ειν πάρεστιν, ὅσ-τις μὴ φθόνῳ πιαίνεται,θεοφι]λῆ φίλιππον ἄνδρʼ ἀρήϊον,τεθμ]ίου σκᾶπτρον Διὸςἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν·ὡς δʼ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μωνἐπʼ ἔθ]νος ἐφάμερον α[ἶψʼ ἵησι.καίρι]α σκοπεῖς· βραχ[ὺς ἄμμιν αἰών·δολό]εσσα δʼ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκενἐφαμ]ερίων· ὁ δʼ ἄναξ [Ἀπόλλωνὁ βουκό]λος εἶπε Φέρη[τος υἷι·θνατὸν εὖντα χρὴ διδύμους ἀέξεινγνώμας, ὅτι τʼ αὔριον ὄψ εα ιμοῦνον ἁλίου φάος,