ἀριστοκάρπου Σικελίας κρέουσανΔάματρα ϝιοστέφανόν τε κούρανὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τʼ Ὀ-λυμπιοδρόμους Ἱέρωνος ἵππους.σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳσὺν Ἀγ]λαΐᾳ τε παρʼ εὐρυδίνανἈλφ εό ν, τόθι Δ]εινομέν εο ς ἔθηκανὄλβιον [γόνον στεφάνω]ν κυρῆσαι.θρόησε δὲ λ[αὸς ἀπείρων·ἆ τρισευδαίμ[ων ἀνήρ,ὃ παρὰ Ζηνὸς λαχὼνπλείσταρχον Ἑλλάνων γέραςοἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ-φαρέϊ κρύπτειν σκότῳ.βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς,βρύουσι φιλοξενίας ἀγυιαί·λάμπει δʼ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸςὑψιδαιδάλτων τριπόδων σταθέντωνπάροιθε ναοῦ, τόθι μέγιστον ἄλσοςΦοίβου παρὰ Κασταλίας ῥεέθροιςΔελφοὶ διέπουσι. θεόν, θεόν τιςἀγλαϊζέτ ω, ὁ γὰρ ἄριστος ὄλβων.ἐπεί ποτε καὶ δαμασίππουΛυδίας ἀρχαγέταν,εὖτε τὰν πεπ[ρωμένανΖηνὸς τελε[ιοῦσαι κρίσινΣάρδιες Περσᾶ[ν ἐπορθεῦντο στρ]ατῷ,Κροῖσον ὁ χρυσά[οροςφύλαξʼ Ἀπόλλων. [ὁ δʼ ἐς ἄ]ελπτον ἆμαρμολὼν πολυδ[άκρυον] οὐκ ἔμελλεμίμνειν ἔτι δ[ουλοσύ]ναν· πυρὰν δὲχαλκοτειχέος π[ροπάροι]θεν αὐ[λᾶςναήσατʼ, ἔνθα σὺ[ν ἀλόχῳ] τε κεδνᾷσὺν εὐπλοκάμοις τʼ ἐπέβαινʼ ἄλα[στονθυγατράσι δυρομέναις· χέρας δʼ ἐςαἰπὺν αἰθέρα σφετέρας ἀείραςγέγω]νεν· ὑπέρβιε δαῖμον,ποῦ θεῶν ἐστιν χάρις;ποῦ δὲ Λατοίδας ἄναξ;πίτνουσ]ιν Ἀλυάττα δόμοι,