εὖ μὲν εἱμάρθαι παρὰ δαί[μονος ἀν-θρώποις ἄριστον·συμφορὰ δʼ ἐσθλόν τʼ ἀμαλδύ-νει βαρύτλατος μολοῦσα·κἀγατ]ὸν ἰδʼ ὑψιφανῆ τε[ύ-χει κ]ατορθωθεῖσα· τιμὰνδʼ ἄλ]λος ἀλλοίαν ἔχει·μυρί]αι δʼ ἀνδρῶν ἀρεταί, μία δʼ ἐ[κπασᾶ]ν πρόκειται,ὃς τὸ] πὰρ χειρὸς κυβερνᾶ-ται δι]καίαισι φρένεσσιν.οὔτʼ ἐ]ν βαρυπενθέσιν ἁρμό-ζει μ]άχαις φόρμιγγος ὀμφὰκαὶ λι]γυκλαγγεῖς χοροί,οὔτʼ ἐ]ν θαλίαις καναχὰχαλκ]όκτυπος· ἀλλʼ ἐφʼ ἑκάστῳκαιρὸς] ἀνδρῶν ἔργματι κάλ-λιστος· εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[ρθοῖ.Κλεοπτολέμῳ δὲ χάριννῦν χρὴ Ποσειδᾶνός τε Πετραί-ου τέμενος κελαδῆσαι,Πυρρίχου τʼ εὔδοξον ἱππόν[ικον υἱόν,ὃς φιλοξείνου τε καὶ ὀρθοδ[ίκου