ἦ τοι μεγάλαν [Κρονίδαςἔδωκε τιμὰνἐν πάντεσσιν [ἀγῶσιν,,πυρσὸν ὣς Ἕλλ[ασι ¯×φαίνων· τό γε σὸ[ν κλέος αἰ]νεῖκαί τις ὑψαυχὴς κό[ρα,¯¯˘˘¯˘˘ ρανπόδεσσι ταρφ έω [ς,ἠΰτε νεβρὸς ἀπενθής,ἀνθεμόεντας ἐπʼ [ὄχθουςκοῦφα σὺν ἀγχιδό[μοιςθρῴσκουσʼ ἀγακλειτα[ῖς ἑταίραις·ταὶ δὲ στεφανωσάμε[ναι πλόκοις ν]έωνἀνθ έω ν δόνακός τʼ ἐ[πιχω-ρίαν ἄθυρσινπαρθένοι μέλπουσι τ[εὸν κράτος], ὦδέσποινα παγξε[ίνου χθονός,Ἐνδαΐδα τε ῥοδό[παχυν,ἃ τ[ὸν ἱππευτὰ]ν ἔτ[ικτε Πηλέακαὶ Τελαμῶνα [κρα]τ̣[α]ι̣όν,Αἰακῷ μειχθεῖσʼ ἐν ε[ὐναῖς·τῶν θʼ υἷας ἀερσιμάχους,ταχύν τʼ Ἀχιλλ έαεὐειδ έο ς τʼ Ἐριβοίαςπαῖδʼ ὑπέρθυμον βοα[θ όο νΑἴαντα σακεσφόρον ἥ[ρω,ὅς τʼ ἐπὶ πρύμνᾳ σταθεὶςἔσχεν θρασυκάρδιον [ὁρ-μαίνοντα ν[ᾶαςθεσπεσίῳ πυ[ρὶ καῦσαιἝκτορα χαλ[κεομίτρα]ν,ὁππότε Π[ηλεΐδαςτραχεῖαν [Ἀργείοισι μ]ᾶνινὠρίνατ[ο, Δαρδανίδαςτʼ ἔλυσεν ἄ[τας·οἳ πρὶν μὲν [πολύπυργο]νἸλίου θαητὸν ἄστυοὐ λεῖπον, ἀτυζόμενοι [δὲπτ]ᾶσσον ὀξεῖαν μάχαν,εὖτʼ ἐν πεδίῳ κλονέων