ἁ δʼ ἀλαθεία φιλεῖνικᾶν, ὅ τε πανδαμάτωρχρόνος τὸ καλῶςἐ]ργμένον αἰὲν ἀ[έξει·δυσμενέων δὲ μα[ταίαγλῶσσʼ ἀϊδ]ὴς μιν[ύθειἐλπίδι θυμὸν ἰαίνει·τᾷ καὶ ἐγὼ πίσυνο[ςφοινικοκραδέμνοισ[ι Μούσαιςὕμνων τινὰ τάνδε ν[εόπλοκον δόσινφαίνω, ξενίαν τε [φιλά-γλαον γεραίρω,τὰν ἐμοὶ Λάμπων [παρέχων χάριν οὐβληχρὰν ἐπαθρήσαις τ[ίει,τὰν εἴ γʼ ἐτύμως ἄρα Κλειὼπανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν,τερψιεπεῖς νιν ἀοιδαὶπαντὶ καρύξοντι λαῷ.