[ׯ˘¯¯]!!!!]ς ἱππευταὶ κυανώπιδας ἐκ-¯¯˘¯¯¯] νέας¯¯˘˘ εἰλα]πίνας τʼ ἐνἁμέ]ρ[α]ις ἕξειν θεόδματον πόλιν.μέλλον ἄρα πρότερον δι-νᾶντα φοινίξειν Σκάμανδρον,θνᾴσκοντες ὑπʼ Αἰακίδαιςἐρειψ[ιτ]ο̣ί ̣[χοις·τῶν εἰ καὶ τ[˘˘¯¯ἢ βαθυξύλω[ι˘¯¯οὐ γὰρ ἀλα[μπέσ]ι νυ[κτὸςπασιφανὴς Ἀρετὰκρυφθεῖσʼ ἀμαυρο[ῦται δνόφοισιν,ἀλλʼ ἔμπεδον ἀκ[αμάτᾳβρύουσα δόξᾳστρωφᾶται κατὰ γᾶν [τεκαὶ πολυπλάγκταν θ[άλασσαν.καὶ μὰν φερεκυδέα ν[ᾶσονΑἰακοῦ τιμᾷ, σὺν Εὐ-κλείᾳ δὲ φιλοστεφ[άνῳπόλιν κυβερνᾷ,Εὐνομία τε σαόφρων,ἃ θαλίας τε λέλογχενἄστεά τʼ εὐσεβέωνἀνδρῶν ἐν εἰρήνᾳ φυλάσσει·νίκαν τʼ ἐρικυδέα μέλπετʼ, ὦ νέοι,Πυθ έα , μελέταν τε βροτω-φελ έα Μενάνδρου,τὰν ἐπʼ Ἀλφειοῦ τε ῥοαῖς θαμὰ δὴτίμασεν ἁ χρυσάρματοςσεμνὰ μεγάθυμος Ἀθάνα,μυρίων τʼ ἤδη μίτραισιν ἀνέρωνἐστεφάνωσεν ἐθείραςἐν πανελλάνων ἀέθλοις.εἰ μή τινα θερσιεπὴςφθόνος βιᾶται,αἰνείτω σοφὸν ἄνδρασὺν δίκᾳ. βροτῶν δὲ μῶμοςπάντεσσι μέν ἐστιν ἐπʼ ἔργοις·