μαίνοιτʼ Ἀχιλλεύς,λαοφόνον δόρυ σείων·ἀλλʼ ὅτε δὴ πολέμοιολῆξεν ἰοστεφάνουΝηρῇδος ἀτρόμητος υἱός·ὥστʼ ἐν κυανανθέϊ Θ[ρᾳκὶ ναυβάταςπόντῳ βορέας ὑπὸ κύ-μασιν δαΐζεινυκτὸς ἀντάσας, ἀνατ[ελλομένᾳλῆξεν δὲ σὺν φ αε σιμβρότῳἀοῖ, στόρεσεν δέ τε πόντονοὐρία· νότου δὲ κόλπ[ωσαν πνοᾷἱστίον, ἁρπαλέως τʼ ἄ-ελπτον ἐξίκοντο χέρσον·ὣς Τρῶες, ἐπεὶ κλύον αἰ-χματὰν Ἀχιλλ έαμίμνοντʼ ἐν κλισίῃσινεἵνεκεν ξανθᾶς γυναικός,Βρισηΐδος ἱμερογυίου,θ εο ῖσιν ἄντειναν χέρας,φοιβὰν ἐσιδόντες ὑπαὶχειμῶνος αἴγλαν·πασσυδίᾳ δὲ λιπόντεςτείχεα Λαομέδοντοςἐς πεδίον κρατερὰνἄϊξαν ὑσμίναν φέροντες·ὦρσάν τε φόβον Δαναοῖς·ὤτρυνε δʼ Ἄρηςεὐεγχής, Λυκίων τεΛοξίας ἄναξ Ἀπόλλων·ἷξόν τʼ ἐπὶ θῖνα θαλάσσας·ναυσὶ δʼ εὐπύμνοις παραὶμάρναντʼ, ἐναριζομένωνδʼ ἔρ]ευθε φώτωναἵμα]τι γαῖα μέλαιναἙκτορ]έας ὑπὸ χειρός,πῆμα μ]έγʼ ἡμιθέοις!!!!!] ἰσοθ έω ν διʼ ὁρμάν.!!!!!]ρονες, ἦ μεγάλαισιν ἐλπίσιν!!!!]οντες ὑπερφίαλον