Ἄργος ἥρωες περικλειτοὶ λιπόντες.ἔνθεν ἀπεσσύμεναιΠροίτου κυανοπλόκαμοιφεῦγον ἄδματοι θύγατρες,τὸν δʼ εἷλεν ἄχος κραδίαν, ξεί-να τέ νιν πλᾶξεν μέριμνα·δοίαξε δὲ φάσγανον ἄμ-φακες ἐν στέρνοισι πᾶξαι.ἀλλά νιν αἰχμοφόροιμύθοισί τε μειλιχίοιςκαὶ βίᾳ χειρῶν κάτεχον.τρισκαίδεκα μὲν τελέουςμῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλανφεῦγόν τε κατʼ Ἀρκαδίανμηλοτρόφον· ἀλλʼ ὅτε δὴΛοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν,ἔνθεν χρόα νιψάμενος φοι-νικο[κραδέμνοι]ο Λατοῦςκίκλ[ῃσκε θύγατρα] βοῶπιν,χεῖρας ἀντείνων πρὸς αὐγὰςἱππώκεος ἀελίου,τέκνα δυστάνοιο λύσσαςπάρφρονος ἐξαγαγεῖν·θύσω δέ τοι εἴκοσι βοῦςἄζυγας φοινικότριχας.τοῦ δʼ ἔκλυʼ ἀριστοπάτραθηροσκόπος εὐχομένου· πιθοῦσα δʼ Ἥρανπαῦσεν καλυκοστεφάνουςκούρας μανιᾶν ἀθέων·ταὶ δʼ αὐτίκα ϝοι τέμενος βωμόν τε τεῦχον,χραῖνόν τέ μιν αἵματι μήλωνκαὶ χοροὺς ἵσταν γυναικῶν.ἔνθεν καὶ ἀρηϊφίλοιςἄνδρεσσιν ἐς ἱπποτρόφον πόλιν τʼ Ἀχαιοῖςἕσπεο, σὺν δὲ τύχᾳναίεις Μεταπόντιον, ὦχρυσέα δέσποινα λαῶν·ἄλσος τέ τοι ἱμερόενΚάσαν παρʼ εὔυδρον πρὸ να-οῖʼ ἑσσαμένων, Πριάμοιʼ ἐπεὶ χρόνῳ