βωμὸν κατένασσε πολύλ-λιστον εὔπεπλοί τε κοῦραι·τὰς ἐξ ἐρατῶν ἐφόβησενπαγκρατὴς Ἥρα μελάθρωνΠροίτου, παραπλῆγι φρέναςκαρτερᾷ ζεύξασʼ ἀνάγκᾳ·παρθενίᾳ γὰρ ἔτιψυχᾷ κίον ἐς τέμενοςπορφυροζώνοιο θεᾶς·φάσκον δὲ πολὺ σφέτερονπλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρουσεμνοῦ Διὸς εὐρυβία.ταῖσιν δὲ χολωσαμέναστήθεσσι παλίντροπον ἔμβαλεν νόημα·φεῦγον δʼ ὄρος ἐς τανίφυλλον,σμερδαλ έα ν φωνὰν ἱεῖσαι,Τιρύνθιον ἄστυ λιποῦσαικαὶ θεοδμάτους ἀγυιάς,ἤδη γὰρ ἔτος δέκατονθ εο φιλὲς λιπόντες Ἄργοςναῖον ἀδεισιβόαιχαλκάσπιδες ἡμίθεοισὺν πολυζήλῳ βασιλεῖ.νεῖκος γὰρ ἀμαιμάκετονβληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπʼ ἀρχᾶςΠροίτῳ τε καὶ Ἀκρισίῳ·λαούς τε διχοστασίαιςἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς.λίσσοντο δὲ παῖδας Ἄβαντοςγᾶν πολύκριθον λαχόνταςΤίρυνθα τὸν ὁπλότερονκτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν·Ζεύς τʼ ἔθελεν Κρονίδας,τιμῶν Δαναοῦ γενεὰνκαὶ διωξίπποιο Λυγκ έο ς,παῦσαι στυγερῶν ἀχέων.τεῖχος δὲ Κύκλωπες κάμονἐλθόντες ὑπερφίαλοι κλεινᾷ πόλεικάλλιστον, ἵνʼ ἀντίθεοιναῖον κλυτὸν ἱππόβοτον