Νίκα [γλυκύδωρε, μεγίστανσοὶ πατ[ὴρ ὤπασσε τιμὰνὑψίζυγ[ος Οὐρανιδᾶνἐν πολυχρύσῳ δʼ ὈλύμπῳΖηνὶ παρισταμένακρίνεις τέλος ἀθανάτοι-σίν τε καὶ θνατοῖς ἀρετᾶς.ἔλλαθι, [βαθυ]πλοκάμουκούρα [Στυγὸς ὀρ]θοδίκου· σέθεν δʼ ἕκατικαὶ νῦν Μεταπόντιον εὐ-γυίων [κατέχ]ουσι νέωνκῶμοί τε καὶ εὐφροσύναι θ εό τιμον ἄστυ·ὑμνεῦσι δὲ Πυθιόνικονπαῖδα θαητὸν Φαΐσκου.ἵλ εῳ νιν ὁ Δαλογενὴς υἱ-ὸς βαθυζώνοιο Λατοῦςδέκτο βλεφάρῳ· πολέεςδʼ ἀμφʼ Ἀλεξίδαμον ἀνθ έω νἐν πεδίῳ στέφανοιΚίρρας ἔπεσον κρατερᾶςἦρα παννίκοιο πάλας·οὐκ εἶδέ νιν ἀέλιοςκείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα.φάσω δὲ καὶ ἐν ζαθέοιςἁγνοῦ Πέλοπος δαπέδοιςἈλφ εὸ ν παρὰ καλλιρόαν, δίκας κέλευθονεἰ μή τις ἀπέτραπεν ὀρθᾶς,παγξένῳ χαίταν ἐλαίᾳγλαυκᾷ στεφανωσάμενονπορτιτρόφ[ον ἂν πεδίον πάτ]ραν θʼ ἱκέσθαι.[οὔ τι δόλος κακόφρων]παῖδʼ ἐν χθονὶ καλλιχόρῳποικίλαις τέχναις πέλασσεν·ἀλλʼ ἢ θεὸς αἴτιος, ἢγνῶμαι πολύπλαγκτοι βροτῶνἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας.νῦν δʼ Ἄρτεμις ἀγροτέραχρυσαλάκατος λιπαρὰνἡμέ]ρα τοξόκλυτος νίκαν ἔδωκε.τᾷ ποτʼ Ἀβαντιάδας