τος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ,ἐθέλει δʼ αὔξειν φρένας ἀν-δρός· ὁ δʼ εὖ ἔρδων θεοὺςἐλπίδι κυδροτέρᾳσαίνει κέαρ· εἰ δʼ ὑγιείαςθνατὸς ἐὼν ἔλαχεν,ζώειν τʼ ἀπʼ οἰκείων ἔχει,πρώτοις ἐρίζει· παντί τοιτέρψις ἀνθρώπων βίῳἕπεται νόσφιν γε νόσωνπενίας τʼ ἀμαχάνου.ἶσον ὅ τʼ ἀφνεὸς ἱ-μείρει μεγάλων ὅ τε μείωνπαυροτέρων· τὸ δὲ πάν-των εὐμαρεῖν οὐδὲν γλυκὺθνατοῖσιν, ἀλλʼ αἰεὶ τὰ φεύ-γοντα δίζηνται κιχεῖν.ὅντινα κουφόταταιθυμὸν δονέουσι μέριμναι,ὅσσον ἂν ζώῃ λάχε τόνδε χρόνον τι-μάν· ἀρετὰ δʼ ἐπίμοχθοςμέν, τε]λευταθεῖσα δʼ ὀρθῶςἀνδρὶ κ]αὶ εὖτε θάνῃ λεί-πει πο]λυζήλωτον εὐκλείας ἄγαλμα.