ἁμέρᾳ Μίνως ἀρ[ῇο]ςἤλυθεν αἰολοπρύμνοιςναυσὶ πεντήκοντα σὺν Κρητῶν ὁμίλῳ·Διὸς εὐκλείου δὲ ϝέκα-τι βαθύζωνον κόρανΔεξιθέαν δάμασεν·καί ϝοι λίπεν ἥμισυ λαῶν,ἄνδρας ἀρηϊφίλους,τοῖσιν πολύκρημνον χθόνανείμας ἀποπλ έω ν ᾤχετʼ ἐςΚνωσὸν ἱμερτὰν πόλινβασιλεὺς Εὐρωπιάδας·δεκάτῳ δʼ Εὐξάντιονμηνὶ τέ]κʼ εὐπλόκ[αμοςνύμφα φερ]εκυδέ[ϊ νάσῳ¯ ˘ ˘ ¯]πρύτα[νινδνἄλλα]ξαν θύγατρεςπόλ[ιν ¯ ¯ ¯]ν βαθυδεί-ελον· [ἐκ τᾶ]ς μὲν γένοςἔπλε[το καρτε]ρόχειρἈργεῖος [˘ ¯ ˘] λέοντοςθυμὸ[ν ἔχων], ὁπότεχρεῖ[ός τι συμ]βολοῖ μάχας,ποσσί[ν τʼ ἐλα]φρό[ς, π]ατρίωντʼ οὐκ [ἀπόκλαρος κ]αλῶν,τόσα Παν[θείδᾳ κλυτό]το-ξος Ἀπό[λλων ὤπασε]ν,ἀμφί τʼ ἰατορίᾳξείνων τε φιλάνορι τιμᾷ·εὖ δὲ λαχὼν Χαρίτωνπολλοῖς τε θαυμασθεὶς βροτᾶναἰῶνʼ ἔλυσεν, πέντε παῖ-δας μεγαινήτους λιπών.τῶν ἕνα ϝοι Κρονίδαςὑψίζυγος Ἰσθμιόνικονθῆκεν ἀντʼ εὐεργεσιᾶν, λιπαρῶν τʼ ἄλ-λων στεφάνων ἐπίμοιρον.φαμὶ καὶ φάσω μέγιστονκῦδος ἔχειν ἀρετάν, πλοῦ-