ὁ δʼ οὖν ποιητὴς μέχρι δεῦρο προελθὼν τῆς Μαγνητικῆς παραλίας ἐπάνεισιν ἐπὶ τὴν ἄνω Θετταλίαν· καὶ γὰρ τὰ παρατείνοντα τῇ Φθιώτιδι, ἀρξάμενος ἀπὸ τῆς Δολοπίας καὶ τῆς Πίνδου, μέχρι τῆς κάτω Θετταλίας διέξεισιν οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν. ταῦτα τὰ χωρία ἔστι μὲν τῆς Ἱστιαιώτιδος, ἐκαλεῖτο δʼ, ὥς φασι, πρότερον Δωρίς· κατασχόντων δὲ τῶν Περραιβῶν αὐτήν, οἳ καὶ τῆς Εὐβοίας τὴν Ἱστιαιῶτιν κατεστρέψαντο καὶ τοὺς ἀνθρώπους εἰς τὴν ἤπειρον ἀνέσπασαν, διὰ τὸ πλῆθος τῶν ἐποικησάντων Ἱστιαίων τὴν χώραν ἀπʼ ἐκείνων οὕτως ἐκάλεσαν. καλοῦσι δὲ καὶ αὐτὴν καὶ τὴν Δολοπίαν τὴν ἄνω Θετταλίαν, ἐπʼ εὐθείας οὖσαν τῇ ἄνω Μακεδονίᾳ, καθάπερ καὶ τὴν κάτω τῇ κάτω. ἔστι δʼ ἡ μὲν Τρίκκη, ὅπου τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἀρχαιότατον καὶ ἐπιφανέστατον, ὅμορος τοῖς τε Δόλοψιν καὶ τοῖς περὶ τὴν Πίνδον τόποις. τὴν δʼ Ἰθώμην ὁμωνύμως τῇ Μεσσηνιακῇ λεγομένην οὔ φασι δεῖν οὕτως ἐκφέρειν, ἀλλὰ τὴν πρώτην συλλαβὴν ἀφαιρεῖν· οὕτω γὰρ καλεῖσθαι πρότερον, νῦν δὲ Ἰθώμη μετωνομάσθαι, χωρίον ἐρυμνὸν καὶ τῷ ὄντι κλωμακόεν, ἱδρυμένον μεταξὺ τεττάρων φρουρίων ὥσπερ ἐν τετραπλεύρῳ κειμένων, Τρίκκης τε καὶ Μητροπόλεως καὶ Πελινναίου καὶ Γόμφων. τῆς δὲ δὴ Μητροπολιτῶν ἐστι χώρας ἡ Ἰθώμη. ἡ δὲ Μητρόπολις πρότερον μὲν ἐκ τριῶν συνῴκιστο πολιχνίων ἀσήμων, ὕστερον δὲ καὶ πλείους προσελήφθησαν, ὧν ἦν καὶ ἡ Ἰθώμη. Καλλίμαχος μὲν οὖν φησιν ἐν τοῖς ἰάμβοις τὰς Ἀφροδίτας (ἡ θεὸς γὰρ οὐ μία) τὴν Καστνιῆτιν ὑπερβάλλεσθαι πάσας τῷ φρονεῖν, ὅτι μόνη παραδέχεται τὴν τῶν ὑῶν θυσίαν. καὶ μὴν πολυίστωρ, εἴ τις ἄλλος, καὶ πάντα τὸν βίον, ὡς αὐτὸς εἴρηκεν, ὁ ταῦτα μυθεῖσθαι βουλόμενος. οἱ δʼ ὕστερον ἤλεγξαν οὐ μίαν Ἀφροδίτην μόνον ἀλλὰ καὶ πλείους ἀποδεδεγμένας τὸ ἔθος τοῦτο, ὧν εἶναι καὶ τὴν ἐν τῇ Μητροπόλει· ταύτῃ δὲ μίαν τῶν συνοικισθεισῶν εἰς αὐτὴν πόλεων παραδοῦναι τὸ ἔθος Ὀνθύριον.ἔστι δὲ καὶ Φαρκαδὼν ἐν τῇ Ἱστιαιώτιδι, καὶ ῥεῖ διʼ αὐτῶν ὁ Πηνειὸς καὶ ὁ Κουράλιος· ὧν ὁ Κουράλιος ῥυεὶς παρὰ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερὸν εἰς τὸν Πηνειὸν ἐξίησιν, αὐτὸς δʼ ὁ Πηνειὸς ἄρχεται μὲν ἐκ Πίνδου, καθάπερ εἴρηται, ἐν ἀριστερᾷ δʼ ἀφεὶς Τρίκκην τε καὶ Πελινναῖον καὶ Φαρκαδόνα φέρεται παρά τε Ἄτρακα καὶ Λάρισαν, καὶ τοὺς ἐν τῇ Θετταλιώτιδι δεξάμενος ποταμοὺς πρόεισι διὰ τῶν Τεμπῶν ἐπὶ τὰς ἐκβολάς. τὴν δʼ Οἰχαλίαν πόλιν Εὐρύτου λεγομένην ἔν τε τοῖς τόποις τούτοις ἱστοροῦσι καὶ ἐν Εὐβοίᾳ καὶ ἐν Ἀρκαδίᾳ, καὶ μετονομάζουσιν ἄλλοι ἄλλως, ὃ καὶ ἐν τοῖς Πελοποννησιακοῖς εἴρηται. περὶ δὲ τούτων ζητοῦσι καὶ μάλιστα τίς ἦν ἡ ὑπὸ Ἡρακλέους ἁλοῦσα, καὶ περὶ τίνος συνέγραψεν ὁ ποιήσας τὴν Οἰχαλίας ἅλωσιν. ταῦτα μὲν δὴ τὰ χωρία τοῖς Ἀσκληπιάδαις ὑπέταξεν.ἑξῆς δὲ λέγει τὴν ὑπʼ Εὐρυπύλῳ οἳ δʼ ἔχον Ὀρμένιον οἵ τε κρήνην Ὑπέρειαν, οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα. τὸ μὲν οὖν Ὀρμένιον νῦν Ὀρμίνιον καλεῖται, ἔστι δʼ ὑπὸ τῷ Πηλίῳ κώμη κατὰ τὸν Παγασιτικὸν κόλπον τῶν συνῳκισμένων εἰς τὴν Δημητριάδα πόλεων, ὡς εἴρηται. ἀνάγκη δὲ καὶ τὴν Βοιβηίδα λίμνην εἶναι πλησίον, ἐπειδὴ καὶ ἡ Βοίβη τῶν περιοικίδων ἦν τῆς Δημητριάδος καὶ αὐτὸ τὸ Ὀρμένιον. τὸ μὲν οὖν Ὀρμένιον ἀπέχει τῆς Δημητριάδος πεζῇ σταδίους ἑπτὰ καὶ εἴκοσιν, ὁ δὲ τῆς Ἰωλκοῦ τόπος ἐν ὁδῷ κείμενος τῆς μὲν Δημητριάδος ἑπτὰ σταδίους διέστηκε, τοῦ δʼ Ὀρμενίου τοὺς λοιποὺς σταδίους εἴκοσι. φησὶ δʼ ὁ Σκήψιος ἐκ τοῦ Ὀρμενίου τὸν Φοίνικα εἶναι, καὶ φεύγειν αὐτὸν ἐνθένδε παρὰ τοῦ πατρὸς Ἀμύντορος Ὀρμενίδαο εἰς τὴν Φθίαν ἐς Πηλῆα ἄνακτα. ἐκτίσθαι γὰρ ὑπὸ Ὀρμένου τὸ χωρίον τοῦτο τοῦ Κερκάφου τοῦ Αἰόλου· παῖδας δὲ τοῦ Ὀρμένου γενέσθαι τόν τε Ἀμύντορα καὶ Εὐαίμονα, ὧν τοῦ μὲν εἶναι Φοίνικα τοῦ δʼ Εὐρύπυλον· φυλαχθῆναι δὲ τῷ Εὐρυπύλῳ τὴν διαδοχὴν κοινήν, ἅτε ἂν ἀπελθόντος τοῦ Φοίνικος ἐκ τῆς οἰκείας· καὶ δὴ καὶ γράφει οὕτως οἷον ὅτε πρῶτον λίπον Ὀρμένιον πολύμηλον, ἀντὶ τοῦ λίπον Ἑλλάδα καλλιγύναικα. Κράτης δὲ Φωκέα ποιεῖ τὸν Φοίνικα, τεκμαιρόμενος ἐκ τοῦ κράνους τοῦ Μέγητος ᾧ ἐχρήσατο ὁ Ὀδυσσεὺς κατὰ τὴν νυκτεγερσίαν, περὶ οὗ φησιν ὁ ποιητὴς ὅτι ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο ἐξέλετʼ Αὐτόλυκος, πυκινὸν δόμον ἀντιτορήσας. τόν τε γὰρ Ἐλεῶνα ἐν τῷ Παρνασσῷ πολίχνιον εἶναι, τόν τε Ὀρμενίδην Ἀμύντορα οὐκ ἄλλον τινὰ λέγεσθαι ἢ τὸν τοῦ Φοίνικος πατέρα, καὶ τὸν Αὐτόλυκον οἰκοῦντα ἐν τῷ Παρνασσῷ τοιχωρυχεῖν τὰ τῶν γειτόνων, ὅπερ κοινόν ἐστι τοιχωρύχου παντός, οὐ τὰ τῶν πόρρωθεν. ὁ δὲ Σκήψιός φησι μήτε Ἐλεῶνα μηδένα τόπον τοῦ Παρνασσοῦ δείκνυσθαι, ἀλλὰ Νεῶνα, καὶ ταύτην οἰκισθεῖσαν μετὰ τὰ Τρωικά, μήτʼ ἐκ γειτόνων τὰς τοιχωρυχίας γίνεσθαι μόνον.καὶ ἄλλα δʼ ἐστὶν ἃ λέγοι τις ἄν, ἀλλʼ οὖν ὀκνῶ διατρίβειν ἐπὶ πλέον. ἄλλοι δὲ γράφουσιν ἐξ Ἑλεῶνος· Ταναγρικὴ δέ ἐστιν αὕτη· καὶ μᾶλλον ἐλέγχοι ἀτόπως ἂν λεγόμενον τό φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος, Φθίην δʼ ἐξικόμην. ἡ δʼ Ὑπέρεια κρήνη ἐν μέσῃ ἐστὶ τῇ Φεραίων πόλει Εὐμήλου οὔσῃ· ἄτοπον τοίνυν δοῦναι Εὐρυπύλῳ. Τίτανος δʼ ἀπὸ τοῦ συμβεβηκότος ὠνομάσθη· λευκόγεων γάρ ἐστι τὸ χωρίον Ἄρνης πλησίον καὶ τῶν Ἀφετῶν· καὶ τὸ Ἀστέριον δʼ οὐκ ἄπωθεν τούτων ἐστί.