ἑξῆς μετὰ τὸν Κῦνον Ἀλόπη ἐστὶ καὶ ὁ Δαφνοῦς, ὃν ἔφαμεν κατεσπάσθαι· λιμὴν δʼ ἐστὶν αὐτόθι διέχων Κύνου περὶ ἐνενήκοντα σταδίους, Ἐλατείας δὲ πεζεύοντι εἰς τὴν μεσόγαιαν ἑκατὸν εἴκοσιν. ἤδη δʼ ἐστὶ ταῦτα τοῦ Μαλιακοῦ κόλπου· μετὰ γὰρ τὸν Ὀπούντιον συνεχής ἐστιν οὗτος.μετὰ δὲ Δαφνοῦντα Κνημῖδες χωρίον ἐρυμνὸν ὅσον σταδίους εἴκοσι πλεύσαντι· καθʼ ὃ τὸ Κήναιον ἐκ τῆς Εὐβοίας ἀντίκειται ἄκρα βλέπουσα πρὸς ἑσπέραν καὶ τὸν Μαλιέα κόλπον, πορθμῷ διειργομένη σχεδὸν εἰκοσασταδίῳ. ταῦτα δʼ ἤδη τῶν Ἐπικνημιδίων ἐστὶ Λοκρῶν. ἐνταῦθα καὶ αἱ Λιχάδες καλούμεναι τρεῖς νῆσοι πρόκεινται ἀπὸ Λίχα τοὔνομα ἔχουσαι. καὶ ἄλλαι δʼ εἰσὶν ἐν τῷ λεχθέντι παράπλῳ, ἃς ἑκόντες παραλείπομεν. μετὰ δὲ εἴκοσι σταδίους ἀπὸ Κνημίδων λιμήν, ὑπὲρ οὗ κεῖται τὸ Θρόνιον ἐν σταδίοις τοῖς ἴσοις κατὰ τὴν μεσόγαιαν. εἶθʼ ὁ Βοάγριος ποταμὸς ἐκδίδωσιν ὁ παραρρέων τὸ Θρόνιον, Μάνην δʼ ἐπονομάζουσιν αὐτόν· ἔστι δὲ χειμάρρους ὥστʼ ἀβρόχοις ἐμβαίνειν τοῖς ποσίν, ἄλλοτε δὲ καὶ δίπλεθρον ἴσχειν πλάτος. μετὰ δὲ ταῦτα Σκάρφεια σταδίοις ὑπερκειμένη τῆς θαλάττης δέκα, διέχουσα δὲ τοῦ Θρονίου τριάκοντα, ἐλάττοσι δὲ μικρῷ ἔπειτα Νίκαιά ἐστι καὶ αἱ Θερμοπύλαι.τῶν δὲ λοιπῶν πόλεων τῶν μὲν ἄλλων οὐκ ἄξιον μεμνῆσθαι· ὧν δʼ Ὅμηρος μέμνηται Καλλίαρος μὲν οὐκέτι οἰκεῖται, εὐήροτον δὲ νῦν ἐςτι πεδίον· καλοῦσι δʼ οὕτως ἀπὸ τοῦ συμβεβηκότος· καὶ Βῆσσα δʼ οὐκ ἔστι, δρυμώδης τις τόπος· οὐδʼ αἱ Αὐγειαί, τὴν δὲ χώραν ἔχουσι Σκαρφιεῖς· ταύτην μὲν οὖν τὴν Βῆσσαν ἐν τοῖς δυσὶ γραπτέον σίγμα (ἀπὸ γὰρ τοῦ δρυμώδους ὠνόμασται ὁμωνύμως, ὥσπερ καὶ Νάπη ἐν τῷ Μηθύμνης πεδίῳ, ἣν Ἑλλάνικος ἀγνοῶν Λάπην ὀνομάζει), τὸν δʼ ἐν τῇ Ἀττικῇ δῆμον, ἀφʼ οὗ Βησαιεῖς οἱ δημόται λέγονται, ἐν τῷ ἑνὶ σίγμα.ἡ δὲ Τάρφη κεῖται ἐφʼ ὕψους, διέχουσα Θρονίου σταδίους εἴκοσι, χώραν δʼ εὔκαρπόν τε καὶ εὔδενδρον ἔχει· ἤδη γὰρ καὶ αὕτη ἀπὸ τοῦ δάσους ὠνόμασται. καλεῖται δὲ νῦν Φαρύγαι· ἵδρυται δʼ αὐτόθι Ἥρας Φαρυγαίας ἱερὸν ἀπὸ τῆς ἐν Φαρύγαις τῆς Ἀργείας· καὶ δὴ καὶ ἄποικοί φασιν εἶναι Ἀργείων.τῶν γε μὴν ἑσπερίων Λοκρῶν Ὅμηρος οὐ μέμνηται, ἢ οὐ ῥητῶς γε, ἀλλὰ μόνον τῷ δοκεῖν ἀντιδιαστέλλεσθαι τούτοις ἐκείνους περὶ ὧν εἰρήκαμεν Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης, ὡς καὶ ἑτέρων ὄντων. ἀλλʼ οὐδʼ ὑπὸ τῶν ἄλλων τεθρύληνται πολλῶν· πόλεις δʼ ἔσχον Ἄμφισσάν τε καὶ Ναύπακτον, ὧν ἡ Ναύπακτος συμμένει τοῦ Ἀντιρρίου πλησίον, ὠνόμασται δʼ ἀπὸ τῆς ναυπηγίας τῆς ἐκεῖ γενομένης, εἴτε τῶν Ἡρακλειδῶν ἐκεῖ ναυπηγησαμένων τὸν στόλον, εἴθʼ (ὥς φησιν Ἔφορος) Λοκρῶν ἔτι πρότερον παρασκευασάντων· ἔστι δὲ νῦν Αἰτωλῶν Φιλίππου προσκρίναντος.αὐτοῦ δὲ καὶ ἡ Χαλκίς, ἧς μέμνηται καὶ ὁ ποιητὴς ἐν τῷ Αἰτωλικῷ καταλόγῳ, ὑποκάτω Καλυδῶνος· αὐτοῦ δὲ καὶ ὁ Ταφιασσὸς λόφος, ἐν ᾧ τὸ τοῦ Νέσσου μνῆμα καὶ τῶν ἄλλων Κενταύρων, ὧν ἀπὸ τῆς σηπεδόνος φασὶ τὸ ὑπὸ τῇ ῥίζῃ τοῦ λόφου προχεόμενον δυσῶδες καὶ θρόμβους ἔχον ὕδωρ ῥεῖν· διὰ δὲ τοῦτο καὶ Ὀζόλας καλεῖσθαι τὸ ἔθνος. καὶ ἡ Μολύκρεια δʼ ἐστὶ κατὰ τὸ Ἀντίρριον, Αἰτωλικὸν πολίχνιον. ἡ δʼ Ἄμφισσα ἐπὶ τοῖς ἄκροις ἵδρυται τοῦ Κρισαίου πεδίου, κατέσπασαν δʼ αὐτὴν οἱ Ἀμφικτύονες, καθάπερ εἰρήκαμεν· καὶ Οἰάνθεια δὲ καὶ Εὐπάλιον Λοκρῶν εἰσίν. ὁ δὲ πᾶς παράπλους ὁ Λοκρικὸς μικρὸν ὑπερβάλλει τῶν διακοσίων σταδίων.Ἀλόπην δὲ καὶ ἐνταῦθα καὶ ἐν τοῖς Ἐπικνημιδίοις ὀνομάζουσι καὶ ἐν τῇ Φθιώτιδι· οὗτοι μὲν οὖν ἄποικοι τῶν Ἐπικνημιδίων εἰσίν, οἱ δʼ Ἐπιζεφύριοι τούτων.τοῖς δὲ Λοκροῖς τοῖς μὲν ἑσπερίοις συνεχεῖς εἰσιν Αἰτωλοί, τοῖς δʼ Ἐπικνημιδίοις Αἰνιᾶνες συνεχεῖς οἱ τὴν Οἴτην ἔχοντες, καὶ μέσοι Δωριεῖς. οὗτοι μὲν οὖν εἰσιν οἱ τὴν τετράπολιν οἰκήσαντες, ἥν φασιν εἶναι μητρόπολιν τῶν ἁπάντων Δωριέων, πόλεις δʼ ἔσχον Ἐρινεὸν Βοῖον Πίνδον Κυτίνιον· ὑπέρκειται δʼ ἡ Πίνδος τοῦ Ἐρινεοῦ, παραρρεῖ δʼ αὐτὴν ὁμώνυμος ποταμὸς ἐμβάλλων εἰς τὸν Κηφισσὸν οὐ πολὺ τῆς Λιλαίας ἄπωθεν· τινὲς δʼ Ἀκύφαντα λέγουσι τὴν Πίνδον. τούτων ὁ βασιλεὺς Αἰγίμιος ἐκπεσὼν τῆς ἀρχῆς κατήχθη πάλιν, ὡς ἱστοροῦσιν, ὑφʼ Ἡρακλέους· ἀπεμνημόνευσεν οὖν αὐτῷ τὴν χάριν τελευτήσαντι περὶ τὴν Οἴτην· Ὕλλον γὰρ εἰσεποιήσατο τὸν πρεσβύτατον τῶν ἐκείνου παίδων, καὶ διεδέξατο ἐκεῖνος τὴν ἀρχὴν καὶ οἱ ἀπόγονοι. ἐντεῦθεν ὁρμηθεῖσι τοῖς Ἡρακλείδαις ὑπῆρξεν ἡ εἰς Πελοπόννησον κάθοδος.τέως μὲν οὖν ἦσαν ἐν ἀξιώματι αἱ πόλεις, καίπερ οὖσαι μικραὶ καὶ λυπρόχωροι, ἔπειτʼ ὠλιγωρήθησαν· ἐν δὲ τῷ Φωκικῷ πολέμῳ καὶ τῇ Μακεδόνων ἐπικρατείᾳ καὶ Αἰτωλῶν καὶ Ἀθαμάνων θαυμαστὸν εἰ καὶ ἴχνος αὐτῶν εἰς Ῥωμαίους ἦλθε. τὰ δʼ αὐτὰ πεπόνθασι καὶ Αἰνιᾶνες· καὶ γὰρ τούτους ἐξέφθειραν Αἰτωλοί τε καὶ Ἀθαμᾶνες, Αἰτωλοὶ μὲν μετὰ Ἀκαρνάνων πολεμοῦντες καὶ μέγα δυνάμενοι, Ἀθαμᾶνες δʼ ὕστατοι τῶν Ἠπειρωτῶν εἰς ἀξίωμα προαχθέντες, ἤδη τῶν ἄλλων ἀπειρηκότων, καὶ μετʼ Ἀμυνάνδρου τοῦ βασιλέως δύναμιν κατασκευασάμενοι. οὗτοι δὲ τὴν Οἴτην διακατεῖχον.