ἐξ οὗ τεκμαίροιτʼ ἄν τις Θρᾷκας εἶναι τοὺς τὸν Ἑλικῶνα ταῖς Μούσαις καθιερώσαντας, οἳ καὶ τὴν Πιερίδα καὶ τὸ Λείβηθρον καὶ τὴν Πίμπλειαν ταῖς αὐταῖς θεαῖς ἀνέδειξαν· ἐκαλοῦντο δὲ Πίερες· ἐκλιπόντων δʼ ἐκείνων Μακεδόνες νῦν ἔχουσι τὰ χωρία ταῦτα. εἴρηται δʼ ὅτι τὴν Βοιωτίαν ταύτην ἐπῴκησάν ποτε Θρᾷκες βιασάμενοι τοὺς Βοιωτοὺς καὶ Πελασγοὶ καὶ ἄλλοι βάρβαροι. αἱ δὲ Θεσπιαὶ πρότερον μὲν ἐγνωρίζοντο διὰ τὸν Ἔρωτα τὸν Πραξιτέλους, ὃν ἔγλυψε μὲν ἐκεῖνος, ἀνέθηκε δὲ Γλυκέρα ἡ ἑταίρα Θεσπιεῦσιν ἐκεῖθεν οὖσα τὸ γένος, λαβοῦσα δῶρον παρὰ τοῦ τεχνίτου. πρότερον μὲν οὖν ὀψόμενοι τὸν Ἔρωτά τινες ἀνέβαινον ἐπὶ τὴν Θέσπειαν ἄλλως οὐκ οὖσαν ἀξιοθέατον, νυνὶ δὲ μόνη συνέστηκε τῶν Βοιωτιακῶν πόλεων καὶ Τάναγρα· τῶν δʼ ἄλλων ἐρείπια καὶ ὀνόματα λέλειπται.μετὰ δὲ Θεσπιὰς καταλέγει Γραῖαν καὶ Μυκαλησσόν, περὶ ὧν εἰρήκαμεν· ὡς δʼ αὕτως καὶ περὶ τῶν ἄλλων οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρύθρας, οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα. Πετεὼν δὲ κώμη τῆς Θηβαΐδος ἐγγὺς τῆς ἐπʼ Ἀνθηδόνα ὁδοῦ, ἡ δʼ Ὠκαλέη μέση Ἁλιάρτου καὶ Ἀλαλκομενίου ἑκατέρου τριάκοντα σταδίους ἀπέχουσα· παραρρεῖ δʼ αὐτὴν ποτάμιον ὁμώνυμον. Μεδεὼν δʼ ὁ μὲν Φωκικὸς ἐν τῷ Κρισαίῳ κόλπῳ, διέχων Βοιωτίας σταδίους ἑκατὸν ἑξήκοντα, ὁ δὲ Βοιωτιακὸς ἀπʼ ἐκείνου κέκληται, πλησίον δʼ ἐστὶν Ὀγχηστοῦ ὑπὸ τῷ Φοινικίῳ ὄρει, ἀφʼ οὗ καὶ μετωνόμασται Φοινικίς· τῆς δὲ Θηβαίας καὶ τοῦτο λέγεται, ὑπʼ ἐνίων δὲ τῆς Ἁλιαρτίας καὶ Μεδεὼν καὶ Ὠκαλέα.εἶτά φησι κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην. περὶ μὲν οὖν Κωπῶν εἴρηται· προσάρκτιος δέ ἐστιν ἐπὶ τῇ Κωπαΐδι λίμνῃ· αἱ δʼ ἄλλαι κύκλῳ εἰσὶν αἵδε, Ἀκραιφίαι Φοινικὶς Ὀγχηστὸς Ἁλίαρτος Ὠκαλέα Ἀλαλκομεναὶ Τιλφούσιον Κορώνεια. καὶ τό γε παλαιὸν οὐκ ἦν τῆς λίμνης κοινὸν ὄνομα, ἀλλὰ καθʼ ἑκάστην πρὸς αὐτῇ κατοικίαν ἐκείνης ἐπώνυμος ἐλέγετο, Κωπαῒς μὲν τῶν Κωπῶν, Ἁλιαρτὶς δὲ Ἁλιάρτου, καὶ οὕτως ἐπὶ τῶν ἄλλων, ὕστερον δʼ ἡ πᾶσα Κωπαῒς ἐλέχθη κατʼ ἐπικράτειαν· κοιλότατον γὰρ τοῦτο τὸ χωρίον. Πίνδαρος δὲ καὶ Κηφισσίδα καλεῖ ταύτην· παρατίθησι γοῦν τὴν Τιλφῶσσαν κρήνην ὑπὸ τῷ Τιλφωσσίῳ ὄρει ῥέουσαν πλησίον Ἁλιάρτου καὶ Ἀλαλκομενῶν, ἐφʼ ᾗ τὸ Τειρεσίου μνῆμα· αὐτοῦ δὲ καὶ τὸ τοῦ Τιλφωσσίου Ἀπόλλωνος ἱερόν.ὁ δὲ ποιητὴς ἐφεξῆς ταῖς Κώπαις Εὔτρησιν τίθησι κώμιον Θεσπιέων· ἐνταῦθά φασι Ζῆθον καὶ Ἀμφίονα οἰκῆσαι πρὶν βασιλεῦσαι Θηβῶν. ἡ δὲ Θίσβη Θίσβαι νῦν λέγονται, οἰκεῖται δὲ μικρὸν ὑπὲρ τῆς θαλάττης ὅμορον Θεσπιεῦσι τὸ χωρίον καὶ τῇ Κορωνειακῇ, ὑποπεπτωκὸς ἐκ τοῦ νοτίου μέρους τῷ Ἑλικῶνι καὶ αὐτό· ἐπίνειον δʼ ἔχει πετρῶδες περιστερῶν μεστόν, ἐφʼ οὗ φησιν ὁ ποιητὴς πολυτρήρωνά τε Θίσβην. πλοῦς δʼ ἐστὶν ἐνθένδε εἰς Σικυῶνα σταδίων ἑκατὸν ἑξήκοντα.ἑξῆς δὲ Κορώνειαν καταλέγει καὶ Ἁλίαρτον καὶ Πλαταιὰς καὶ Γλίσσαντα. ἡ μὲν οὖν Κορώνεια ἐγγὺς τοῦ Ἑλικῶνός ἐστιν ἐφʼ ὕψους ἱδρυμένη, κατελάβοντο δʼ αὐτὴν ἐπανιόντες ἐκ τῆς Θετταλικῆς Ἄρνης οἱ Βοιωτοὶ μετὰ τὰ Τρωικά, ὅτε περ καὶ τὸν Ὀρχομενὸν ἔσχον· κρατήσαντες δὲ τῆς Κορωνείας ἐν τῷ πρὸ αὐτῆς πεδίῳ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερὸν ἱδρύσαντο ὁμώνυμον τῷ Θετταλικῷ, καὶ τὸν παραρρέοντα ποταμὸν Κουάριον προσηγόρευσαν ὁμοφώνως τῷ ἐκεῖ. Ἀλκαῖος δὲ καλεῖ Κωράλιον λέγων ὦ ʼνασσʼ Ἀθανάα πολεμηδόκος, ἅ ποι Κορωνίας ἐπὶ λαΐω ναύω πάροιθεν ἀμφιβαίνεις Κωραλίω ποταμῶ παρʼ ὄχθαις. ἐνταῦθα δὲ καὶ τὰ Παμβοιώτια συντέλουν· συγκαθίδρυται δὲ τῇ Ἀθηνᾷ ὁ Ἅιδης κατά τινα, ὥς φασι, μυστικὴν αἰτίαν. οἱ μὲν οὖν ἐν τῇ Κορωνείᾳ Κορώνιοι λέγονται, οἱ δʼ ἐν τῇ Μεσσηνιακῇ Κορωναεῖς.Ἁλίαρτος δὲ νῦν οὐκέτι ἐστὶ κατασκαφεῖσα ἐν τῷ πρὸς Περσέα πολέμῳ, τὴν χώραν δʼ ἔχουσιν Ἀθηναῖοι δόντων Ῥωμαίων. ἔκειτο δὲ ἐν στενῷ χωρίῳ μεταξὺ ὑπερκειμένου ὄρους καὶ τῆς Κωπαΐδος λίμνης πλησίον τοῦ Περμησσοῦ καὶ τοῦ Ὀλμειοῦ καὶ τοῦ ἕλους τοῦ φύοντος τὸν αὐλητικὸν κάλαμον.Πλαταιαὶ δέ, ἃς ἑνικῶς εἶπεν ὁ ποιητής, ὑπὸ τῷ Κιθαιρῶνί εἰσι μεταξὺ αὐτοῦ καὶ Θηβῶν κατὰ τὴν ὁδὸν τὴν εἰς Ἀθήνας καὶ Μέγαρα ἐπὶ τῶν ὅρων τῶν τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας. αἱ γὰρ Ἐλευθεραὶ πλησίον, ἃς οἱ μὲν τῆς Ἀττικῆς, οἱ δὲ τῆς Βοιωτίας φασίν. εἴρηται δʼ ὅτι παραρρεῖ τὰς Πλαταιὰς ὁ Ἀσωπός. ἐνταῦθα Μαρδόνιον καὶ τὰς τριάκοντα μυριάδας Περσῶν αἱ τῶν Ἑλλήνων δυνάμεις ἄρδην ἠφάνισαν· ἱδρύσαντό τε ἐλευθερίου Διὸς ἱερὸν καὶ ἀγῶνα γυμνικὸν στεφανίτην ἀπέδειξαν, Ἐλευθέρια προσαγορεύσαντες· ταφή τε δείκνυται δημοσία τῶν τελευτησάντων ἐν τῇ μάχῃ. ἔστι δὲ καὶ ἐν τῇ Σικυωνίᾳ δῆμος Πλαταιαί, ὅθενπερ ἦν Μνασάλκης ὁ ποιητής. Γλίσσαντα δὲ λέγει κατοικίαν ἐν τῷ Ὑπάτῳ ὄρει ὅ ἐστιν ἐν τῇ Θηβαϊκῇ πλησίον Τευμησσοῦ καὶ τῆς Καδμείας, ᾧ ὑποπίπτει τὸ Ἀόνιον καλούμενον πεδίον, ὃ διατείνει εἰς τὴν Καδμείαν ἀπὸ τοῦ Ὑπάτου ὄρους.τὸ δʼ οὕτω ῥηθέν οἵ θʼ ὑπὸ Θήβας εἶχον οἱ μὲν δέχονται πολείδιόν τι Ὑποθήβας καλούμενον, οἱ δὲ τὰς Ποτνίας· τὰς γὰρ Θήβας ἐκλελεῖφθαι διὰ τὴν τῶν Ἐπιγόνων στρατείαν καὶ μὴ μετασχεῖν τοῦ Τρωικοῦ πολέμου· οἱ δὲ μετασχεῖν μὲν οἰκεῖν δὲ ὑπὸ τῇ Καδμείᾳ τότε ἐν τοῖς ἐπιπέδοις χωρίοις μετὰ τὴν τῶν Ἐπιγόνων ἄφοδον, τὴν Καδμείαν ἀδυνατοῦντας ἀνακτίσαι· ἐπεὶ δὲ ἡ Καδμεία ἐκαλεῖτο Θῆβαι, ὑπὸ Θήβας εἰπεῖν ἀντὶ τοῦ ὑπὸ τῇ Καδμείᾳ οἰκοῦντας τὸν ποιητὴν τοὺς τότε Θηβαίους.