οὗτοι μὲν οὖν ἐκ τῶν Φωκικῶν ὀρῶν οἱ ποταμοὶ καταφέρονται, ὧν ὁ Κηφισσὸς ἐκ Λιλαίας Φωκικῆς πόλεως τὴν ἀρχὴν λαμβάνει, καθάπερ καὶ Ὅμηρός φησιν οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισσοῖο· διʼ Ἐλατείας δὲ ῥυεὶς μεγίστης τῶν ἐν Φωκεῦσι πόλεων, καὶ διὰ Παραποταμίων καὶ Φανοτέων ὁμοίως Φωκικῶν πολισμάτων, εἰς Χαιρώνειαν τῆς Βοιωτίας πρόεισιν, εἶτα διὰ τῆς Ὀρχομενίας καὶ τῆς Κορωνειακῆς εἰς τὴν Κωπαΐδα λίμνην ἐξίησι· καὶ ὁ Περμησσὸς δὲ καὶ ὁ Ὀλμειός, ἐκ τοῦ Ἑλικῶνος συμβάλλοντες ἀλλήλοις, εἰς τὴν αὐτὴν ἐμπίπτουσι λίμνην τὴν Κωπαΐδα τοῦ Ἁλιάρτου πλησίον· καὶ ἄλλα δὲ ῥεύματα εἰς αὐτὴν ἐμβάλλει. ἔστι μὲν οὖν μεγάλη, τὴν περίμετρον ἔχουσα ὀγδοήκοντα καὶ τριακοσίων σταδίων, αἱ δὲ ἐκρύσεις οὐδαμοῦ φαίνονται πλὴν τοῦ δεχομένου τὸν Κηφισσὸν χάσματος καὶ τῶν ἑλῶν.Τῶν δὲ περικειμένων λιμνῶν ἐστὶν ἥ τε Τρεφία καὶ ἡ Κηφισσίς, ἧς μέμνηται καὶ Ὅμηρος ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, λίμνῃ κεκλιμένος Κηφισσίδι. οὐ γὰρ λίμνην τὴν Κωπαΐδα βούλεται λέγειν, ὡς οἴονταί τινες, ἀλλὰ τὴν Ὑλικὴν προσαγορευομένην ἀπὸ τῆς πλησίον κώμης ἣν καλοῦσιν Ὕλας, οὐδὲ Ὕδην, ὡς ἔνιοι γράφουσιν ὅς ῥʼ ἐν Ὕδῃ ναίεσκεν. ἡ μὲν γάρ ἐστιν ἐν Λυδίᾳ Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ, ἡ δὲ Βοιωτιακή· ἐπιφέρει γοῦν τῷ λίμνῃ κεκλιμένος Κηφισσίδι τὸ πὰρ δὲ οἱ ἄλλοι ναῖον Βοιωτοί. ἡ μὲν γάρ ἐστι μεγάλη καὶ οὐκ ἐν τῇ Θηβαΐδι, ἡ δὲ μικρά, ἐκεῖθεν διʼ ὑπονόμων πληρουμένη, κειμένη μεταξὺ Θηβῶν καὶ Ἀνθηδόνος. Ὅμηρος δʼ ἑνικῶς ἐκφέρει τοτὲ μὲν ἐκτείνων τὴν πρώτην συλλαβήν, ὡς ἐν τῷ καταλόγῳ ἠδʼ Ὕλην καὶ Πετεῶνα, ποιητικῶς, τοτὲ δὲ συστέλλων ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων. οὐδʼ ἐνταῦθα εὖ γραφόντων τινῶν Ὕδῃ ἔνι· οὐ γὰρ ὁ Αἴας ἐκ Λυδίας τὸ σάκος μετεπέμπετο.Αὗται δʼ αἱ λίμναι τὴν τάξιν τῶν ἐφεξῆς τόπων ὑπογράφουσιν ὥστε λόγῳ περιληφθῆναι σαφῶς, ὅτι ὁ ποιητὴς ἀτάκτως χρῆται τοῖς ὀνόμασι τῶν τόπων τῶν τε ἀξιολόγων καὶ τῶν μή· καὶ χαλεπὸν ἐν τοσούτοις καὶ ἀσήμοις τοῖς πλείστοις καὶ ἐν μεσογαίᾳ μηδαμοῦ τῇ τάξει διαπεσεῖν· ἡ παραλία δʼ ἔχει τι πλεονέκτημα πρὸς τοῦτο· καὶ γνωριμώτεροι οἱ τόποι, καὶ ἡ θάλαττα τό γε ἑξῆς ὑπαγορεύει βέλτιον· διόπερ καὶ ἡμεῖς ἐκεῖθεν πειρώμεθα περιοδεύειν· ἐνταῦθα δʼ ἐάσαντες τοῦτο τῷ ποιητῇ ἀκολουθοῦντες ποιήσομεν τὴν διαρίθμησιν, προστιθέντες ὅ τι ἂν χρήσιμον ᾖ πρὸς τὴν ὑπόθεσιν ἡμῖν, ὑπʼ ἐκείνου δὲ παραλειφθέν. ἄρχεται δʼ ἀπὸ τῆς Ὑρίης καὶ τῆς Αὐλίδος, περὶ ὧν εἰρήκαμεν.σχοῖνος δʼ ἐστὶ χώρα τῆς Θηβαϊκῆς κατὰ τὴν ὁδὸν τὴν ἐπὶ Ἀνθηδόνος, διέχουσα τῶν Θηβῶν ὅσον πεντήκοντα σταδίους· ῥεῖ δὲ καὶ ποταμὸς διʼ αὐτῆς Σχοινοῦς.Σκῶλος δʼ ἐστὶ κώμη τῆς Παρασωπίας ὑπὸ τῷ Κιθαιρῶνι, δυσοίκητος τόπος καὶ τραχύς, ἀφʼ οὗ καὶ ἡ παροιμία εἰς Σκῶλον μήτʼ αὐτὸς ἴναι, μήτʼ ἄλλῳ ἕπεσθαι. καὶ τὸν Πενθέα δὲ ἐνθένδε καταγόμενον διασπασθῆναί φασιν. ἦν δὲ καὶ τῶν περὶ Ὄλυνθον πόλεων ὁμώνυμος αὐτῇ Σκῶλος. εἴρηται δʼ ὅτι Παρασώπιοι καὶ κώμη τις καλεῖται ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ, παρʼ ἣν ῥεῖ Ἀσωπὸς ποταμός, καὶ ὅτι ἐν Σικυωνίᾳ ἄλλος ἐστὶν Ἀσωπὸς καὶ ἡ χώρα Ἀσωπία, διʼ ἧς ῥεῖ.ὁ Ἐτεωνὸς δὲ Σκάρφη μετωνομάσθη, καὶ αὕτη δὲ τῆς Παρασωπίας. ὁ γὰρ Ἀσωπὸς καὶ ὁ Ἰσμηνὸς διὰ τοῦ πεδίου ῥέουσι τοῦ πρὸ τῶν Θηβῶν· ἔστι δὲ καὶ ἡ Δίρκη κρήνη καὶ Πότνιαι, ἐφʼ ὧν μυθεύεται τὰ περὶ τὸν Ποτνιέα Γλαῦκον τὸν διασπασθέντα ὑπὸ τῶν Ποτνιάδων ἵππων τῆς πόλεως πλησίον, καὶ ὁ Κιθαιρὼν δὲ οὐκ ἄπωθεν τῶν Θηβῶν τελευτᾷ· παρʼ αὐτὸν δὲ ὁ Ἀσωπὸς ῥεῖ, τὴν ὑπώρειαν αὐτοῦ κλύζων καὶ ποιῶν τοὺς Παρασωπίους εἰς κατοικίας πλείους διῃρημένους, ἅπαντας δʼ ὑπὸ Θηβαίοις ὄντας (ἕτεροι δʼ ἐν τῇ Πλαταιέων φασὶ τόν τε Σκῶλον καὶ τὸν Ἐτεωνὸν καὶ τὰς Ἐρύθρας· καὶ γὰρ παραρρεῖ Πλαταιὰς καὶ παρὰ Τάναγραν ἐκδίδωσιν)· ἐν δὲ τῇ Θηβαίων εἰσὶ καὶ αἱ Θεράπναι καὶ ὁ Τευμησσός, ὃν ἐκόσμησεν Ἀντίμαχος διὰ πολλῶν ἐπῶν, τὰς μὴ προσούσας ἀρετὰς διαριθμούμενος ἔστι τις ἠνεμόεις ὀλίγος λόφος. γνώριμα δὲ τὰ ἔπη.Θέσπειαν δὲ λέγει τὰς νῦν Θεσπιάς, πολλῶν ὀνομάτων τῶν μὲν ἀμφοτέρως λεγομένων καὶ ἑνικῶς καὶ πληθυντικῶς, καθάπερ καὶ ἀρρενικῶς καὶ θηλυκῶς, τῶν δʼ ὁποτέρως. ἔστι δὲ πόλις πρὸς τῷ Ἑλικῶνι νοτιωτέρα αὐτοῦ, ἐπικειμένη δὲ τῷ Κρισαίῳ κόλπῳ καὶ αὐτὴ καὶ ὁ Ἑλικών· ἐπίνειον δʼ ἔχουσιν αἱ Θεσπιαὶ Κρέουσαν, ἣν καὶ Κρεουσίδα καλοῦσιν. ἐν δὲ τῇ Θεσπιέων ἐστὶ καὶ ἡ Ἄσκρη κατὰ τὸ πρὸς Ἑλικῶνα μέρος, ἡ τοῦ Ἡσιόδου πατρίς· ἐν δεξιᾷ γάρ ἐστι τοῦ Ἑλικῶνος, ἐφʼ ὑψηλοῦ καὶ τραχέος τόπου κειμένη, ἀπέχουσα τῶν Θεσπιῶν ὅσον τετταράκοντα σταδίους, ἣν καὶ κεκωμῴδηκεν αὐτὸς ἐπιλαβόμενος τοῦ πατρός, ὅτι ἐκ Κύμης τῆς Αἰολίδος μετέστη, θρασύτερον λέγων νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ, Ἄσκρῃ χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ. ὁ δὲ Ἑλικὼν συνεχής ἐστι τῇ Φωκίδι ἐκ τῶν πρὸς ἄρκτον αὐτοῦ μερῶν· μικρὰ δὲ καὶ ἐκ τῶν πρὸς ἑσπέραν κατὰ τὸν ὕστατον λιμένα τῆς Φωκίδος, ὃν καλοῦσιν ἀπὸ τοῦ συμβεβηκότος μυχόν· ὑπέρκειται γὰρ κατὰ τοῦτον μάλιστα τὸν λιμένα τοῦ Κρισαίου κόλπου καὶ ὁ Ἑλικὼν καὶ ἡ Ἄσκρη καὶ ἔτι αἱ Θεσπιαὶ καὶ τὸ ἐπίνειον αὐτῆς ἡ Κρέουσα. τοῦτο δὲ καὶ κοιλότατον νομίζεται τὸ μέρος τοῦ Κρισαίου κόλπου καὶ ἁπλῶς τοῦ Κορινθιακοῦ· στάδιοι δʼ εἰσὶ τῆς παραλίας τῆς ἀπὸ τοῦ μυχοῦ τοῦ λιμένος εἰς Κρέουσαν ἐνενήκοντα· ἐντεῦθεν δὲ ἑκατὸν εἴκοσιν ἕως τῆς ἄκρας ἣν Ὀλμιὰς καλοῦσιν· ἐν δὲ τῷ κοιλοτάτῳ τοῦ κόλπου τοῦ Κρισαίου συμβέβηκε τὰς Πηγὰς κεῖσθαι καὶ τὴν Οἰνόην, περὶ ὧν εἰρήκαμεν. ὁ μὲν οὖν Ἑλικὼν οὐ πολὺ διεστηκὼς τοῦ Παρνασσοῦ ἐνάμιλλός ἐστιν ἐκείνῳ κατά τε ὕψος καὶ περίμετρον· ἄμφω γὰρ χιονόβολα τὰ ὄρη καὶ πετρώδη, περιγράφεται δʼ οὐ πολλῇ χώρᾳ. ἐνταῦθα δʼ ἐστὶ τό τε τῶν Μουσῶν ἱερὸν καὶ ἡ Ἵππου κρήνη καὶ τὸ τῶν Λειβηθρίδων νυμφῶν ἄντρον·