μετὰ δὲ Σαλγανέα Ἀνθηδὼν πόλις λιμένα ἔχουσα, ἐσχάτη τῆς Βοιωτιακῆς παραλίας τῆς πρὸς Εὐβοίᾳ, καθάπερ καὶ ὁ ποιητὴς εἴρηκεν Ἀνθηδόνα τʼ ἐσχατόωσαν. εἰσὶ μέντοι ἔτι προϊόντι μικρὸν πολίχναι δύο τῶν Βοιωτῶν, Λάρυμνά τε, παρʼ ἣν ὁ Κηφισσὸς ἐκδίδωσι, καὶ ἔτι ἐπέκεινα Ἁλαί, ὁμώνυμοι τοῖς Ἀττικοῖς δήμοις. κατὰ δὲ τὴν παραλίαν ταύτην κεῖσθαί φασιν Αἰγὰς τὰς ἐν Εὐβοίᾳ, ἐν αἷς τὸ τοῦ Ποσειδῶνος ἱερὸν τοῦ Αἰγαίου· ἐμνήσθημεν δʼ αὐτοῦ καὶ πρότερον. δίαρμα δʼ ἐστὶν ἀπὸ μὲν τῆς Ἀνθηδόνος εἰς Αἰγὰς ἑκατὸν εἴκοσι στάδιοι, ἀπὸ δὲ τῶν ἄλλων τόπων πολὺ ἐλάττους· κεῖται δʼ ἐπὶ ὄρους ὑψηλοῦ τὸ ἱερόν, ἦν δέ ποτε καὶ πόλις· ἐγγὺς δὲ τῶν Αἰγῶν καὶ αἱ Ὀρόβιαι. ἐν δὲ τῇ Ἀνθηδονίᾳ Μεσσάπιον ὄρος ἐστὶν ἀπὸ Μεσσάπου, ὃς εἰς τὴν Ἰαπυγίαν ἐλθὼν Μεσσαπίαν τὴν χώραν ἐκάλεσεν. ἐνταῦθα δὲ καὶ τὰ περὶ τὸν Γλαῦκον μυθεύεται τὸν Ἀνθηδόνιον, ὅν φασιν εἰς κῆτος μεταβαλεῖν.πλησίον δʼ ἐστὶν Ἀνθηδόνος ἱεροπρεπὴς τόπος τῆς Βοιωτίας, ἴχνη πόλεως ἔχων, ὁ καλούμενος Ἴσος συστέλλοντι τὴν πρώτην συλλαβήν. οἴονται δέ τινες δεῖν γράφειν ἶσόν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν ἐκτείνοντες τὴν πρώτην συλλαβὴν ποιητικῶς διὰ τὸ μέτρον, ἀντὶ τοῦ Νῖσάν τε ζαθέην. ἡ γὰρ Νῖσα οὐδαμοῦ φαίνεται τῆς Βοιωτίας, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν εἴη, εἰ μὴ τὴν Νῖσαν οὕτως εἴρηκεν· ἦν γὰρ ὁ Μεγαρικῇ. ἐκεῖθεν ἀπῳκισμένη πρόςχωρος τοῦ Κιθαιρῶνος, ἐκλέλειπται δὲ νῦν. τινὲς δὲ γράφουσι Κρεῦσάν τε ζαθέην, τὴν νῦν Κρέουσαν δεχόμενοι, τὸ τῶν Θεσπιέων ἐπίνειον ἐν τῷ Κρισαίῳ κόλπῳ ἱδρυμένον· ἄλλοι δὲ Φαράς τε ζαθέας. ἔστι δὲ τῆς τετρακωμίας τῆς περὶ Τάναγραν, Ἑλεῶνος Ἅρματος Μυκαλησσοῦ Φαρῶν. γράφουσι δὲ καὶ τοῦτο Νῦσάν τε ζαθέην. κώμη δʼ ἐστὶ τοῦ Ἑλικῶνος ἡ Νῦσα. ἡ μὲν οὖν παραλία τοιαύτη τις ἡ πρὸς Εὔβοιαν.τὰ δʼ ἑξῆς ἐν τῇ μεσογαίᾳ πεδία ἐστὶ κοῖλα πάντοθεν ἐκ τῶν ἄλλων μερῶν ὄρεσι περιεχόμενα, τοῖς Ἀττικοῖς μὲν πρὸς νότου, πρὸς ἄρκτου δὲ τοῖς Φωκικοῖς· ἀπὸ δὲ τῆς ἑσπέρας ὁ Κιθαιρὼν λοξὸς ἐμπίπτει μικρὸν ὑπὲρ τῆς Κρισαίας θαλάττης, ἔχων τὴν ἀρχὴν συνεχῆ τοῖς Μεγαρικοῖς καὶ τοῖς Ἀττικοῖς ὄρεσιν, εἶτʼ ἐπιστρέφων εἰς τὰ πεδία, παυόμενος δὲ περὶ τὴν Θηβαίαν.τῶν δὲ πεδίων τούτων τὰ μὲν λιμνάζει, ποταμῶν ἀναχεομένων εἰς αὐτά, τῶν δʼ ἐμπιπτόντων, εἶτα ἐκρύσεις λαμβανόντων· τὰ δʼ ἀνέψυκται καὶ γεωργεῖται παντοδαπῶς διὰ τὴν εὐκαρπίαν. ὑπάντρου δὲ καὶ σηραγγώδους οὔσης κατὰ βάθους τῆς γῆς, σεισμοὶ γενόμενοι πολλάκις ἐξαίσιοι τοὺς μὲν ἔφραξαν τῶν πόρων τοὺς δὲ ἀνέῳξαν, τοὺς μὲν μέχρι τῆς ἐπιφανείας τοὺς δὲ διʼ ὑπονόμων· συμβαίνει δὴ καὶ τοῖς ὕδασι τοῖς μὲν διʼ ὑπονόμων φέρεσθαι τῶν ῥείθρων τοῖς δʼ ἐπιπολῆς, τοῖς τε λιμναίοις καὶ τοῖς ποταμίοις. ἐγχωσθέντων δὲ κατὰ βάθους τῶν πόρων αὔξεσθαι τὰς λίμνας συμβαίνει μέχρι τῶν οἰκουμένων τόπων ὥστε καὶ πόλεις καταπίνεσθαι καὶ χώρας, ἀνοιχθέντων δὲ τῶν αὐτῶν ἢ ἄλλων ἀνακαλύπτεσθαι, καὶ τοὺς αὐτοὺς τόπους ποτὲ μὲν πλεῖσθαι ποτὲ δὲ πεζεύεσθαι, καὶ τὰς αὐτὰς πόλεις ποτὲ μὲν ἐπὶ τῇ λίμνῃ ποτὲ δὲ ἄπωθεν κεῖσθαι.διττῶς δὲ τοῦτο γίνεται· καὶ γὰρ μενουσῶν ἀκινήτων τῶν πόλεων, ὅταν ἡ αὔξησις τῶν ὑδάτων ἥττων ᾖ τῆς ὑπερχύσεως διὰ ὕψος τῶν οἰκήσεων ἢ διὰ ἀπόστασιν, καὶ διὰ ἀνοικισμόν, ὅταν τῷ πλησιασμῷ κινδυνεύσαντες πολλάκις ἀπαλλαγὴν πορίσωνται τοῦ φόβου τὴν μετάληψιν τῶν χωρίων τῶν ἄπωθεν ἢ τῶν ἐν ὕψει. παρακολουθεῖ δὲ τοῖς οὕτως ἀνοικισθεῖσι τὸ τὴν αὐτὴν προσηγορίαν φυλάττουσιν, ἐτύμως πρότερον λεγομένοις ἀπὸ τοῦ συμβεβηκότος τοπικῶς, νῦν μηκέτι λέγεσθαι ἐτύμως· Πλαταιὰς γὰρ ἀπὸ τῆς πλάτης τῶν κωπῶν εἰρῆσθαι πιθανὸν καὶ Πλαταιέας τοὺς ἀπὸ κωπηλασίας ζῶντας, ἀλλὰ νῦν ἄπωθεν τῆς λίμνης οἰκοῦντες οὐκέτʼ ἂν προσαγορεύοιντο ἐτύμως. ἕλος τε καὶ Ἑλεὼν καὶ Εἱλέσιον ἐκλήθη διὰ τὸ ἐπὶ τοῖς ἕλεσιν ἱδρῦσθαι· νῦν δὲ οὐχ ὁμοίως ἔχει ταῦτα, ἢ ἀνοικισθέντων ἢ τῆς λίμνης ἐπιπολὺ ταπεινωθείσης διὰ τὰς ὕστερον γενομένας ἐκρύσεις· καὶ γὰρ τοῦτο δυνατόν.δηλοῖ δὲ καὶ ὁ Κηφισσὸς τοῦτο μάλιστα τὴν Κωπαΐδα λίμνην πληρῶν. αὐξομένης γὰρ αὐτῆς ὥστε κινδυνεύειν καταποθῆναι τὰς Κώπας, ἃς ὅ τε ποιητὴς ὀνομάζει, καὶ ἀπʼ αὐτῶν ἡ λίμνη τὴν ἐπωνυμίαν εἴληφε, χάσμα γενηθὲν πρὸς τῇ λίμνῃ πλησίον τῶν Κωπῶν ἀνέῳξεν ὑπὸ γῆς ῥεῖθρον ὅσον τριάκοντα σταδίων καὶ ἐδέξατο τὸν ποταμόν, εἶτα ἐξέρρηξεν εἰς τὴν ἐπιφάνειαν κατὰ Λάρυμναν τῆς Λοκρίδος τὴν ἄνω· καὶ γὰρ ἑτέρα ἐστίν, ἧς ἐμνήσθημεν, ἡ Βοιωτιακή, ἐπὶ τῇ θαλάττῃ, ᾗ προσέθεσαν Ῥωμαῖοι τὴν ἄνω. καλεῖται δʼ ὁ τόπος Ἀγχόη· ἔστι δὲ καὶ λίμνη ὁμώνυμος· ἐντεῦθεν δʼ ἤδη ὁ Κηφισσὸς ἐκδίδωσιν ἐπὶ τὴν θάλατταν. τότε μὲν οὖν παυσαμένης τῆς πλημμυρίδος, παῦλα καὶ τοῦ κινδύνου τοῖς παροικοῦσιν ὑπῆρξε, πλὴν τῶν ἤδη καταποθεισῶν πόλεων. πάλιν δʼ ἐγχουμένων τῶν πόρων, ὁ μεταλλευτὴς Κράτης ἀνὴρ Χαλκιδεὺς ἀνακαθαίρειν τὰ ἐμφράγματα ἐπαύσατο στασιασάντων τῶν Βοιωτῶν, καίπερ, ὡς αὐτὸς ἐν τῇ πρὸς Ἀλέξανδρον ἐπιστολῇ φησιν, ἀνεψυγμένων ἤδη πολλῶν, ἐν οἷς οἱ μὲν τὸν Ὀρχομενὸν οἰκεῖσθαι τὸν ἀρχαῖον ὑπελάμβανον, οἱ δʼ Ἐλευσῖνα καὶ Ἀθήνας παρὰ τὸν Τρίτωνα ποταμόν· λέγεται δʼ οἰκίσαι Κέκροπα, ἡνίκα τῆς Βοιωτίας ἐπῆρξε καλουμένης τότε Ὠγυγίας, ἀφανισθῆναι δὲ ταύτας ἐπικλυσθείσας ὕστερον. γενέσθαι δέ φασιν καὶ κατὰ Ὀρχομενὸν χάσμα, καὶ δέξασθαι τὸν Μέλανα ποταμὸν τὸν ῥέοντα διὰ τῆς Ἁλιαρτίας καὶ ποιοῦντα ἐνταῦθα τὸ ἕλος τὸ φύον τὸν αὐλητικὸν κάλαμον. ἀλλʼ οὗτος ἠφάνισται τελέως, εἴτε τοῦ χάσματος διαχέοντος αὐτὸν εἰς ἀδήλους πόρους, εἴτε τῶν περὶ Ἁλίαρτον ἑλῶν καὶ λιμνῶν προαναλισκόντων αὐτόν, ἀφʼ ὧν ποιήεντα καλεῖ τὸν τόπον ὁ ποιητὴς καὶ ποιήενθʼ Ἁλίαρτον λέγων.