ἐκ τούτων δὴ πῶς ἂν ἢ τὸν Ἠλιακὸν Πύλον ὑπολάβοι τις ἢ τὸν Μεσσηνιακὸν λέγεσθαι; τὸν μὲν Ἠλιακόν, ὅτι τούτου πορθουμένου συνεπορθεῖτο καὶ ἡ τῶν Ἐπειῶν ὑπὸ τοῦ Ἡρακλέους· αὕτη δʼ ἐστὶν ἡ Ἠλεία. πῶς οὖν ἤμελλον οἱ συμπεπορθημένοι καὶ ὁμόφυλοι τοιαύτην ὑπερηφανίαν καὶ ὕβριν κτήσασθαι κατὰ τῶν συναδικηθέντων; πῶς δʼ ἂν τὴν οἰκείαν κατέτρεχον καὶ ἐλεηλάτουν; πῶς δʼ ἂν ἅμα καὶ Αὐγέας ἦρχε τῶν αὐτῶν καὶ Νηλεὺς ἐχθροὶ ὄντες ἀλλήλων; εἴγε τῷ Νηλεῖ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ, τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν, ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει.εἰ δʼ ἐνταῦθα ᾤκει ὁ Νηλεύς, ἐνταῦθα καὶ ὁ Νέστωρ ἐπῆρχε. πῶς οὖν τῶν μὲν Ἠλείων καὶ Βουπρασίων τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί;εἰς τέτταρα δὲ καὶ ἡ χώρα διῄρητο, ὧν οὐδενὸς ἐπῆρχεν ὁ Νέστωρ, οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήνκαὶ τὰ ἑξῆς τὰ μέχρι Μεσσήνης; οἱ δὲ δὴ ἀντεπεξιόντες Ἐπειοὶ τοῖς Πυλίοις πῶς ἐπὶ τὸν Ἀλφειὸν ἐξορμῶσι καὶ τὸ Θρύον; πῶς δʼ ἐκεῖ τῆς μάχης γενομένης τρεφθέντες ἐπὶ Βουπρασίου φεύγουσι; πάλιν δʼ, εἰ τὸν Μεσσηνιακὸν Πύλον ἐπόρθησεν ὁ Ἡρακλῆς, πῶς οἱ τοσοῦτον ἀφεστῶτες ὕβριζον εἰς αὐτούς, καὶ ἐν συμβολαίοις ἦσαν πολλοῖς, καὶ ταῦτʼ ἀπεστέρουν χρεοκοποῦντες, ὥστε διὰ ταῦτα συμβῆναι τὸν πόλεμον; πῶς δὲ ἐπὶ τὴν λεηλασίαν ἐξιὼν Νέστωρ τοσαύτην περιελάσας λείαν συῶν τε καὶ προβάτων, ὧν οὐδὲν ὠκυπορεῖν οὐδὲ μακροπορεῖν δύναται, πλειόνων ἢ χιλίων σταδίων ὁδὸν διήνυσεν εἰς τὴν πρὸς τῷ Κορυφασίῳ Πύλον, οἱ δὲ τρίτῳ ἤματι πάντες ἐπὶ τὴν Θρυόεσσαν καὶ τὸν ποταμὸν τὸν Ἀλφειὸν ἥκουσι πολιορκήσοντες τὸ φρούριον; πῶς δὲ ταῦτα τὰ χωρία προσήκοντα ἦν τοῖς ἐν τῇ Μεσσηνίᾳ δυναστεύουσιν ἐχόντων Καυκώνων καὶ Τριφυλίων καὶ Πισατῶν;τὰ δὲ Γέρηνα ἢ τὴν Γερηνίαν (ἀμφοτέρως γὰρ λέγεται) τάχα μὲν ἐπίτηδες ὠνόμασάν τινες· δύναται δὲ καὶ κατὰ τύχην οὕτως ὠνομάσθαι τὸ χωρίον. τὸ δʼ ὅλον, τῆς Μεσσηνίας ὑπὸ Μενελάῳ τεταγμένης, ὑφʼ ᾧ καὶ ἡ Λακωνικὴ ἐτέτακτο (ὡς δῆλον ἔσται καὶ ἐκ τῶν ὕστερον), καὶ τοῦ μὲν Παμισοῦ ῥέοντος διὰ ταύτης καὶ τοῦ Νέδωνος, Ἀλφειοῦ δʼ οὐδαμῶς ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,ἧς ἐπῆρχεν ὁ Νέστωρ, τίς ἂν γένοιτο πιθανὸς λόγος εἰς τὴν ἀλλοτρίαν ἀρχὴν ἐκβιβάζων τὸν ἄνδρα, ἀφαιρούμενος δὲ τὰς συγκαταλεγείσας αὐτῷ πόλεις πάνθʼ ὑπʼ ἐκείνῳ ποιῶν;λοιπὸν δʼ ἐστὶν εἰπεῖν περὶ τῆς Ὀλυμπίας καὶ τῆς εἰς τοὺς Ἠλείους ἁπάντων μεταπτώσεως. ἔστι δʼ ἐν τῇ Πισάτιδι τὸ ἱερὸν σταδίους τῆς Ἤλιδος ἐλάττους ἢ τριακοσίους διέχον· πρόκειται δʼ ἄλσος ἀγριελαίων ἐν ᾧ τὸ στάδιον· παραρρεῖ δʼ ὁ Ἀλφειὸς ἐκ τῆς Ἀρκαδίας ῥέων εἰς τὴν Τριφυλιακὴν θάλατταν μεταξὺ δύσεως καὶ μεσημβρίας. τὴν δʼ ἐπιφάνειαν ἔσχεν ἐξ ἀρχῆς μὲν διὰ τὸ μαντεῖον τοῦ Ὀλυμπίου Διός· ἐκείνου δʼ ἐκλειφθέντος οὐδὲν ἧττον συνέμεινεν ἡ δόξα τοῦ ἱεροῦ, καὶ τὴν αὔξησιν ὅσην ἴσμεν ἔλαβε διά τε τὴν πανήγυριν καὶ τὸν ἀγῶνα τὸν Ὀλυμπιακόν, στεφανίτην τε καὶ ἱερὸν νομισθέντα, μέγιστον τῶν πάντων. ἐκοσμήθη δʼ ἐκ τοῦ πλήθους τῶν ἀναθημάτων, ἅπερ ἐκ πάσης ἀνετίθετο τῆς Ἑλλάδος· ὧν ἦν καὶ ὁ χρυσοῦς σφυρήλατος Ζεύς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίων τυράννου. μέγιστον δὲ τούτων ὑπῆρξε τὸ τοῦ Διὸς ξόανον, ὃ ἐποίει Φειδίας Χαρμίδου Ἀθηναῖος ἐλεφάντινον, τηλικοῦτον τὸ μέγεθος ὡς καίπερ μεγίστου ὄντος τοῦ νεὼ δοκεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην, καθήμενον ποιήσαντα, ἁπτόμενον δὲ σχεδόν τι τῇ κορυφῇ τῆς ὀροφῆς ὥστʼ ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών. ἀνέγραψαν δέ τινες τὰ μέτρα τοῦ ξοάνου, καὶ Καλλίμαχος ἐν ἰάμβῳ τινὶ ἐξεῖπε. πολλὰ δὲ συνέπραξε τῷ Φειδίᾳ Πάναινος ὁ ζωγράφος, ἀδελφιδοῦς ὢν αὐτοῦ καὶ συνεργολάβος, πρὸς τὴν τοῦ ξοάνου διὰ τῶν χρωμάτων κόσμησιν καὶ μάλιστα τῆς ἐσθῆτος. δείκνυνται δὲ καὶ γραφαὶ πολλαί τε καὶ θαυμασταὶ περὶ τὸ ἱερὸν ἐκείνου ἔργα. ἀπομνημονεύουσι δὲ τοῦ Φειδίου, διότι πρὸς τὸν Πάναινον εἶπε πυνθανόμενον πρὸς τί παράδειγμα μέλλοι ποιήσειν τὴν εἰκόνα τοῦ Διός, ὅτι πρὸς τὴν Ὁμήρου διʼ ἐπῶν ἐκτεθεῖσαν τούτων ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο, μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.ἄξιοι δὲ μάλιστα τὴν αἰτίαν ἔχειν τῆς περὶ τὸ Ὀλυμπίασιν ἱερὸν μεγαλοπρεπείας τε καὶ τιμῆς Ἠλεῖοι. κατὰ μὲν γὰρ τὰ Τρωικὰ καὶ ἔτι πρὸ τούτων οὐκ ηὐτύχουν, ὑπό τε τῶν Πυλίων ταπεινωθέντες καὶ ὑφʼ Ἡρακλέους ὕστερον, ἡνίκα Αὐγέας ὁ βασιλεύων αὐτῶν κατελύθη. σημεῖον δέ· εἰς γὰρ τὴν Τροίαν ἐκεῖνοι μὲν τετταράκοντα ναῦς ἔστειλαν, Πύλιοι δὲ καὶ Νέστωρ ἐνενήκοντα. ὕστερον δὲ μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον συνέβη τἀναντία. Αἰτωλοὶ γὰρ συγκατελθόντες τοῖς Ἡρακλείδαις μετὰ Ὀξύλου καὶ συνοικήσαντες Ἐπειοῖς κατὰ συγγένειαν παλαιὰν ηὔξησαν τὴν κοίλην Ἦλιν καὶ τῆς τε Πισάτιδος ἀφείλοντο πολλήν, καὶ Ὀλυμπία ὑπʼ ἐκείνοις ἐγένετο· καὶ δὴ καὶ ὁ ἀγὼν εὕρημά ἐστιν ἐκείνων ὁ Ὀλυμπιακός, καὶ τὰς Ὀλυμπιάδας τὰς πρώτας ἐκεῖνοι συνετέλουν. ἐᾶσαι γὰρ δεῖ τὰ παλαιὰ καὶ περὶ τῆς κτίσεως τοῦ ἱεροῦ καὶ περὶ τῆς θέσεως τοῦ ἀγῶνος, τῶν μὲν ἕνα τῶν Ἰδαίων δακτύλων Ἡρακλέα λεγόντων ἀρχηγέτην τούτων, τῶν δὲ τὸν Ἀλκμήνης καὶ Διός, ὃν καὶ ἀγωνίσασθαι πρῶτον καὶ νικῆσαι· τὰ γὰρ τοιαῦτα πολλαχῶς λέγεται καὶ οὐ πάνυ πιστεύεται. ἐγγυτέρω δὲ πίστεως, ὅτι μέχρι τῆς ἕκτης καὶ εἰκοστῆς Ὀλυμπιάδος ἀπὸ τῆς πρώτης, ἐν ᾗ Κόροιβος ἐνίκα στάδιον Ἠλεῖος, τὴν προστασίαν εἶχον τοῦ τε ἱεροῦ καὶ τοῦ ἀγῶνος Ἠλεῖοι. κατὰ δὲ τὰ Τρωικὰ ἢ οὐκ ἦν ἀγὼν στεφανίτης ἢ οὐκ ἔνδοξος, οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐδεὶς τῶν νῦν ἐνδόξων· οὐδὲ μέμνηται τούτων Ὅμηρος οὐδενός, ἀλλʼ ἑτέρων τινῶν ἐπιταφίων. καίτοι δοκεῖ τισὶ τοῦ Ὀλυμπιακοῦ μεμνῆσθαι, ὅταν φῇ τὸν Αὐγέαν ἀποστερῆσαι τέσσαρας ἀθλοφόρους ἵππους, ἐλθόντας μετʼ ἄεθλα· φασὶ δὲ τοὺς Πισάτας μὴ μετασχεῖν τοῦ Τρωικοῦ πολέμου ἱεροὺς νομισθέντας τοῦ Διός. ἀλλʼ οὔθʼ ἡ Πισᾶτις ὑπὸ Αὐγέᾳ τόθʼ ὑπῆρχεν, ἐν ᾗ ἐστι καὶ ἡ Ὀλυμπία, ἀλλʼ ἡ Ἠλεία μόνον, οὔτʼ ἐν Ἠλείᾳ συνετελέσθη ὁ Ὀλυμπιακὸς ἀγὼν οὐδʼ ἅπαξ, ἀλλʼ ἀεὶ ἐν Ὀλυμπίᾳ.