καὶ Ἰλλυριῶν δὲ καὶ Θρᾳκῶν οἱ πλησιόχωροι τοῖς τε Ἕλλησι καὶ Μακεδόσιν ἀρχὰς ἔλαβον τοῦ πρὸς Ῥωμαίους πολέμου, καὶ διετέλεσαν πολεμοῦντες μέχρι καταλύσεως ἁπάντων τῶν ἐντὸς Ἴστρου καὶ τῶν ἐντὸς Ἅλυος. τὰ δʼ αὐτὰ ἔπαθον καὶ Ἴβηρες καὶ Κελτοὶ καὶ ἅπαντες οἱ λοιποὶ ὅσοι Ῥωμαίων ὑπακούουσι· τήν τε γὰρ Ἰβηρίαν οὐκ ἐπαύσαντο ὑπαγόμενοι τοῖς ὅπλοις ἕως ἅπασαν κατεστρέψαντο, Νομαντίνους τε ἐξελόντες καὶ Οὐρίαθον καὶ Σερτώριον ὕστερον διαφθείραντες, ὑστάτους δὲ Καντάβρους, οὓς κατέλυσεν ὁ Σεβαστὸς Καῖσαρ· τήν τε Κελτικὴν ἅπασαν τήν τε ἐντὸς καὶ τὴν ἐκτὸς σὺν τῇ Λιγυστικῇ πρότερον μὲν κατὰ μέρος ἀεὶ προσήγοντο, ὕστερον δὲ Καῖσαρ ὁ θεὸς καὶ μετὰ ταῦτα ὁ Σεβαστὸς κοινῷ πολέμῳ καὶ ἀθρόως κατεκτήσαντο. νυνὶ δὲ Γερμανοῖς προσπολεμοῦσιν ἀπὸ τούτων ὁρμώμενοι τῶν τόπων ὡς οἰκειοτάτων, καί τισιν ἤδη θριάμβοις κεκοσμήκασιν ἀπʼ αὐτῶν τὴν πατρίδα. τῆς δὲ Λιβύης ὅση μὴ Καρχηδονίων βασιλεῦσιν ἐπετέτραπτο ὑπηκόοις οὖσιν, ἀφιστάμενοι δὲ κατελύοντο· νυνὶ δʼ εἰς Ἰούβαν περιέστηκεν ἥ τε Μαυρουσία καὶ πολλὰ μέρη τῆς ἄλλης Λιβύης διὰ τὴν πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν. τὰ δʼ ὅμοια καὶ περὶ τὴν Ἀσίαν συνέβη, ἣ κατʼ ἀρχὰς μὲν διὰ τῶν βασιλέων διῳκεῖτο ὑπηκόων ὄντων, ὕστερον δʼ ἐκλιπόντων ἐκείνων, καθάπερ τῶν Ἀτταλικῶν βασιλέων καὶ Σύρων καὶ Παφλαγόνων καὶ Καππαδόκων καὶ Αἰγυπτίων, ἢ ἀφισταμένων καὶ ἔπειτα καταλυομένων, καθάπερ ἐπὶ Μιθριδάτου συνέβη ἀφισταμένων καὶ ἔπειτα καταλυομένων, καθάπερ ἐπὶ Μιθριδάτου συνέβη τοῦ Εὐπάτορος καὶ τῆς Αἰγυπτίας Κλεοπάτρας, ἅπαντα τὰ ἐντὸς Φάσιδος καὶ Εὐφράτου πλὴν Ἀράβων τινῶν ὑπὸ Ῥωμαίοις ἐστὶ καὶ τοῖς ὑπʼ ἐκείνων ἀποδειχθεῖσι δυνάσταις. Ἀρμένιοι δὲ καὶ οἱ ὑπερκείμενοι τῆς Κολχίδος Ἀλβανοί τε καὶ Ἴβηρες παρουσίας δέονται μόνον τῶν ἡγησομένων, καλῶς δὲ κρατοῦνται·νεωτερίζουσι δὲ διὰ τὰς τῶν Ῥωμαίων ἀπασχολίας, καθάπερ καὶ οἱ πέραν τοῦ Ἴστρου τὸν Εὔξεινον περιοικοῦντες πλὴν τοῦ Βοσπόρου καὶ τῶν νομάδων· τὸ μὲν γὰρ ὑπήκοον τὸ δʼ ἄχρηστον εἰς πᾶν διὰ τὸ ἀκοινώνητον, φυλακῆς δὲ μόνον δεόμενον· καὶ τἆλλα δὲ τὰ πολλὰ σκηνιτῶν καὶ νομάδων ἐστὶ πόρρω σφόδρα ὄντων. Παρθυαῖοι δὲ ὅμοροί τε ὄντες καὶ μέγιστον δυνάμενοι τοσοῦτον ὅμως ἐνέδοσαν πρὸς τὴν Ῥωμαίων καὶ τῶν καθʼ ἡμᾶς ἡγεμόνων ὑπεροχὴν ὥστʼ οὐ μόνον τὰ τρόπαια ἔπεμψαν εἰς Ῥώμην ἃ κατὰ Ῥωμαίων ἀνέστησάν ποτε, ἀλλὰ καὶ παῖδας ἐπίστευσε Φραάτης τῷ Σεβαστῷ Καίσαρι καὶ παίδων παῖδας ἐξομηρευσάμενος θεραπευτικῶς τὴν φιλίαν· οἱ δὲ νῦν μετίασιν ἐνθένδε πολλάκις τὸν βασιλεύσοντα, καὶ σχεδόν τι πλησίον εἰσὶ τοῦ ἐπὶ Ῥωμαίοις ποιῆσαι τὴν σύμπασαν ἐξουσίαν. καὶ αὐτὴν δὲ τὴν Ἰταλίαν διαστᾶσαν πολλάκις, ἀφʼ οὗ γε ὑπὸ Ῥωμαίοις ἐστί, καὶ αὐτὴν τὴν Ῥώμην ἡ τῆς πολιτείας ἀρετὴ καὶ τῶν ἡγεμόνων ἐκώλυσεν ἐπὶ πλέον προελθεῖν πλημμελείας καὶ διαφθορᾶς. χαλεπὸν δὲ ἄλλως διοικεῖν τὴν τηλικαύτην ἡγεμονίαν ἢ ἑνὶ ἐπιτρέψαντας ὡς πατρί. οὐδέποτε γοῦν εὐπορῆσαι τοσαύτης εἰρήνης καὶ ἀφθονίας ἀγαθῶν ὑπῆρξε Ῥωμαίοις καὶ τοῖς συμμάχοις αὐτῶν, ὅσην Καῖσάρ τε ὁ Σεβαστὸς παρέσχεν ἀφʼ οὗ παρέλαβε τὴν ἐξουσίαν αὐτοτελῆ, καὶ νῦν ὁ διαδεξάμενος υἱὸς ἐκεῖνον παρέχει Τιβέριος, κανόνα τῆς διοικήσεως καὶ τῶν προσταγμάτων ποιούμενος ἐκεῖνον, καὶ αὐτὸν οἱ παῖδες αὐτοῦ Γερμανικός τε καὶ Δροῦσος ὑπουργοῦντες τῷ πατρί.