τὴν δʼ ἑξῆς παραλίαν Βρέττιοι μέχρι τοῦ Σικελικοῦ κατέχουσι πορθμοῦ σταδίων πεντήκοντα καὶ τριακοσίων ἐπὶ τοῖς χιλίοις. φησὶ δʼ Ἀντίοχος ἐν τῷ περὶ τῆς Ἰταλίας συγγράμματι ταύτην Ἰταλίαν κληθῆναι καὶ περὶ ταύτης συγγράφειν, πρότερον δʼ Οἰνωτρίαν προσαγορεύεσθαι. ὅριον δʼ αὐτῆς ἀποφαίνει πρὸς μὲν τῷ Τυρρηνικῷ πελάγει τὸ αὐτὸ ὅπερ καὶ τῆς Βρεττανῆς ἔφαμεν, τὸν Λᾶον ποταμόν, πρὸς δὲ τῷ Σικελικῷ τὸ Μεταπόντιον. τὴν δὲ Ταραντίνην, ἣ συνεχὴς τῷ Μεταποντίῳ ἐστίν, ἐκτὸς τῆς Ἰταλίας ὀνομάζει, Ἰάπυγας καλῶν. ἔτι δʼ ἀνώτερον Οἰνωτρούς τε καὶ Ἰταλοὺς μόνους ἔφη καλεῖσθαι τοὺς ἐντὸς τοῦ ἰσθμοῦ πρὸς τὸν Σικελικὸν κεκλιμένους πορθμόν. ἔστι δʼ αὐτὸς ὁ ἰσθμὸς ἑκατὸν καὶ ἑξήκοντα στάδιοι μεταξὺ δυεῖν κόλπων, τοῦ τε Ἱππωνιάτου, ὃν Ἀντίοχος Ναπητῖνον εἴρηκε, καὶ τοῦ Σκυλλητικοῦ. περίπλους δʼ ἐστὶ τῆς ἀπολαμβανομένης χώρας πρὸς τὸν πορθμὸν ἐντὸς στάδιοι δισχίλιοι. μετὰ δὲ ταῦτα ἐπεκτείνεσθαί φησι τοὔνομα καὶ τὸ τῆς Ἰταλίας καὶ τὸ τῶν Οἰνωτρῶν μέχρι τῆς Μεταποντίνης καὶ τῆς Σειρίτιδος· οἰκῆσαι γὰρ τοὺς τόπους τούτους Χῶνας, Οἰνωτρικὸν ἔθνος κατακοσμούμενον, καὶ τὴν γῆν ὀνομάσαι Χώνην. οὗτος μὲν οὖν ἁπλουστέρως εἴρηκε καὶ ἀρχαϊκῶς, οὐδὲν διορίσας περὶ τῶν Λευκανῶν καὶ τῶν Βρεττίων. ἔστι δʼ ἡ μὲν Λευκανία μεταξὺ τῆς τε παραλίας τῆς Τυρρηνικῆς καὶ τῆς Σικελικῆς, τῆς μὲν ἀπὸ τοῦ Σιλάριδος μέχρι Λάου, τῆς δʼ ἀπὸ τοῦ Μεταποντίου μέχρι Θουρίων· κατὰ δὲ τὴν ἤπειρον ἀπὸ Σαυνιτῶν μέχρι τοῦ ἰσθμοῦ τοῦ ἀπὸ Θουρίων εἰς Κηρίλλους πλησίον Λάου· στάδιοι δʼ εἰσὶ τοῦ ἰσθμοῦ τριακόσιοι. ὑπὲρ δὲ τούτων Βρέττιοι χερρόνησον οἰκοῦντες· ἐν ταύτῃ δʼ ἄλλη περιείληπται χερρόνησος ἡ τὸν ἰσθμὸν ἔχουσα τὸν ἀπὸ Σκυλλητίου ἐπὶ τὸν Ἱππωνιάτην κόλπον. ὠνόμασται δὲ τὸ ἔθνος ὑπὸ Λευκανῶν· βρεττίους γὰρ καλοῦσι τοὺς ἀποστάτας·ἀπέστησαν δʼ, ὥς φασι, ποιμαίνοντες αὐτοῖς πρότερον, εἶθʼ ὑπὸ ἀνέσεως ἐλευθεριάσαντες, ἡνίκα ἐπεστράτευσε Δίων Διονυσίῳ καὶ ἐξετάραξεν ἅπαντας πρὸς ἅπαντας. τὰ καθόλου μὲν δὴ ταῦτα περὶ Λευκανῶν καὶ Βρεττίων λέγομεν.ἀπὸ δὲ Λάου πρώτη πόλις ἐστὶ τῆς Βρεττίας Τεμέση (Τέμψαν δʼ οἱ νῦν καλοῦσιν) Αὐσόνων κτίσμα, ὕστερον δὲ καὶ Αἰτωλῶν τῶν μετὰ Θόαντος, οὓς ἐξέβαλον Βρέττιοι, Βρεττίους δὲ ἐπέτριψαν Ἀννίβας τε καὶ Ῥωμαῖοι. ἔστι δὲ πλησίον τῆς Τεμέσης ἡρῷον ἀγριελαίοις συνηρεφὲς Πολίτου τῶν Ὀδυσσέως ἑταίρων, ὃν δολοφονηθέντα ὑπὸ τῶν βαρβάρων γενέσθαι βαρύμηνιν, ὥστε τοὺς περιοίκους δασμολογεῖν αὐτῷ κατά τι λόγιον καὶ παροιμίαν εἶναι πρὸς τοὺς ἀηδεῖς, τὸν ἥρωα τὸν ἐν Τεμέσῃ λεγόντων ἐπικεῖσθαι αὐτοῖς. Λοκρῶν δὲ τῶν Ἐπιζεφυρίων ἑλόντων τὴν πόλιν, Εὔθυμον μυθεύουσι τὸν πύκτην καταβάντα ἐπʼ αὐτὸν κρατῆσαι τῇ μάχῃ, καὶ βιάσασθαι παραλῦσαι τοῦ δασμοῦ τοὺς ἐπιχωρίους. ταύτης δὲ τῆς Τεμέσης φασὶ μεμνῆσθαι τὸν ποιητήν, οὐ τῆς ἐν Κύπρῳ Ταμασσοῦ· λέγεται γὰρ ἀμφοτέρως. καὶ δείκνυται χαλκουργεῖα πλησίον, ἃ νῦν ἐκλέλειπται. ταύτης δὲ συνεχὴς Τερῖνα, ἣν Ἀννίβας καθεῖλεν οὐ δυνάμενος φυλάττειν, ὅτε δὴ εἰς αὐτὴν καταπεφεύγει τὴν Βρεττίαν. εἶτα Κωσεντία μητρόπολις Βρεττίων· μικρὸν δʼ ὑπὲρ ταύτης Πανδοσία φρούριον ἐρυμνόν, περὶ ἣν Ἀλέξανδρος ὁ Μολοττὸς διεφθάρη. ἐξηπάτησε δὲ καὶ τοῦτον ὁ ἐκ Δωδώνης χρησμὸς φυλάττεσθαι κελεύων τὸν Ἀχέροντα καὶ τὴν Πανδοσίαν δεικνυμένων γὰρ ἐν τῇ Θεσπρωτίᾳ ὁμωνύμων τούτοις, ἐνταῦθα κατέστρεψε τὸν βίον. τρικόρυφον δʼ ἐστὶ τὸ φρούριον, καὶ παραρρεῖ ποταμὸς Ἀχέρων. προσηπάτησε δὲ καὶ ἄλλο λόγιον Πανδοσία τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεις. ἔδοξε γὰρ πολεμίων φθοράν, οὐκ οἰκείων δηλοῦσθαι. φασὶ δὲ καὶ βασίλειόν ποτε γενέσθαι τῶν Οἰνωτρικῶν βασιλέων τὴν Πανδοσίαν. μετὰ δὲ τὴν Κωσεντίαν Ἱππώνιον Λοκρῶν κτίσμα· Βρεττίους δὲ κατέχοντας ἀφείλοντο Ῥωμαῖοι καὶ μετωνόμασαν Ὀυιβῶνα Ὀυαλεντίαν. διὰ δὲ τὸ εὐλείμονα εἶναι τὰ περικείμενα χωρία καὶ ἀνθηρὰ τὴν Κόρην ἐκ Σικελίας πεπιστεύκασιν ἀφικνεῖσθαι δεῦρο ἀνθολογήσουσαν·ἐκ δὲ τούτου ταῖς γυναιξὶν ἐν ἔθει γέγονεν ἀνθολογεῖν τε καὶ στεφανηπλοκεῖν, ὥστε ταῖς ἑορταῖς αἰσχρὸν εἶναι στεφάνους ὠνητοὺς φορεῖν. ἔχει δʼ ἐπίνειον, ὃ κατεσκεύασέ ποτε Ἀγαθοκλῆς ὁ τύραννος τῶν Σικελιωτῶν κρατήσας τῆς πόλεως. ἐντεῦθεν δʼ ἐπὶ τὸν Ἡρακλέους λιμένα πλεύσασιν ἄρχεται ἐπιστρέφειν τὰ ἄκρα τῆς Ἰταλίας τὰ πρὸς τῷ πορθμῷ πρὸς τὴν ἑσπέραν. ἐν δὲ τῷ παράπλῳ τούτῳ Μέδμα πόλις Λοκρῶν τῶν αὐτῶν, ὁμώνυμος κρήνῃ μεγάλῃ, πλησίον ἔχουσα ἐπίνειον καλούμενον Ἐμπόριον· ἐγγὺς δὲ καὶ Μέταυρος ποταμὸς καὶ ὕφορμος ὁμώνυμος. πρόκεινται δὲ τῆς ᾐόνος ταύτης αἱ τῶν Λιπαραίων νῆσοι διέχουσαι τοῦ πορθμοῦ σταδίους διακοσίους. οἱ δʼ Αἰόλου φασίν, οὗ καὶ τὸν ποιητὴν μεμνῆσθαι κατὰ τὴν Ὀδύσσειαν· εἰσὶ δʼ ἑπτὰ τὸν ἀριθμὸν ἐν ἀπόψει πᾶσαι καὶ τοῖς ἐκ τῆς Σικελίας καὶ τοῖς ἐκ τῆς ἠπείρου τοῖς κατὰ τὴν Μέδμαν ἀφορῶσι· περὶ ὧν ἐροῦμεν, ὅταν περὶ τῆς Σικελίας λέγωμεν. ἀπὸ δὲ τοῦ Μεταύρου ποταμοῦ ἕτερος· ἐκδέχεται δʼ ἐντεῦθεν τὸ Σκύλλαιον, πέτρα χερρονησίζουσα ὑψηλή, τὸν ἰσθμὸν ἀμφίδυμον καὶ ταπεινὸν ἔχουσα, ὃν Ἀναξίλαος ὁ τύραννος τῶν Ῥηγίνων ἐπετείχισε τοῖς Τυρρηνοῖς κατασκευάσας ναύσταθμον, καὶ ἀφείλετο τοὺς λῃστὰς τὸν διὰ τοῦ πορθμοῦ διάπλουν. πλησίον γάρ ἐστι καὶ ἡ Καῖνυς διέχουσα τῆς Μέδμης σταδίους πεντήκοντα καὶ διακοσίους, ἡ τελευταία ποιοῦσα ἄκρα τὰ στενὰ τοῦ πορθμοῦ πρὸς τὴν ἐκ τῆς Σικελίας ἄκραν τὴν Πελωριάδα· ἔστι δʼ αὕτη μία τῶν τριῶν τῶν ποιουσῶν τρίγωνον τὴν νῆσον, νεύει δὲ ἐπὶ θερινὰς ἀνατολάς, καθάπερ ἡ Καῖνυς πρὸς τὴν ἑσπέραν, ἀνταποστροφήν τινα ἀπʼ ἀλλήλων ποιουμένων αὐτῶν. ἀπὸ δὲ Καίνυος μέχρι τοῦ Ποσειδωνίου, τῆς Ῥηγίνων στυλίδος, τοῦ πορθμοῦ διήκει στενωπὸς ὅσον ἑξαστάδιος, μικρῷ δὲ πλέον τὸ ἐλάχιστον διαπέραμα· ἀπὸ δὲ στυλίδος ἑκατὸν εἰς Ῥήγιον, ἤδη τοῦ πορθμοῦ πλατυνομένου, προϊοῦσι πρὸς τὴν ἔξω καὶ πρὸς ἕω θάλατταν τὴν τοῦ Σικελικοῦ καλουμένου πελάγους.