οὐ φέροντες δὲ τὰς τῶν Τυρρηνῶν ὕβρεις ἐδέξαντο ἑκόντες τῶν Ὀμβρικῶν τινάς, οἳ καὶ νῦν ἔχουσι τὴν πόλιν, αὐτοὶ δʼ ἀπεχώρησαν ἐπʼ οἴκου. αὗται μὲν οὖν ἐπὶ πλέον περιέχονται τοῖς ἕλεσιν ὥστε καὶ κλύζεσθαι.ὀπιτέργιον δὲ καὶ Κωνκορδία καὶ Ἀτρία καὶ Ὀυικετία καὶ ἄλλα τοιαῦτα πολισμάτια ἧττον μὲν ὑπὸ τῶν ἑλῶν ἐνοχλεῖται, μικροῖς δʼ ἀνάπλοις πρὸς τὴν θάλατταν συνῆπται. τὴν δʼ Ἀτρίαν ἐπιφανῆ γενέσθαι πόλιν φασίν, ἀφʼ ἧς καὶ τοὔνομα τῷ κόλπῳ γενέσθαι τῷ Ἀδρίᾳ μικρὰν μετάθεσιν λαβόν. Ἀκυληία δʼ, ἥπερ μάλιστα τῷ μυχῷ πλησιάζει, κτίσμα μέν ἐστι Ῥωμαίων ἐπιτειχισθὲν τοῖς ὑπερκειμένοις βαρβάροις, ἀναπλεῖται δὲ ὁλκάσι κατὰ τὸν Νατίσωνα ποταμὸν ἐπὶ πλείστους ἑξήκοντα σταδίους. ἀνεῖται δʼ ἐμπόριον τοῖς τε Ἑνετοῖς καὶ τοῖς περὶ τὸν Ἴστρον τῶν Ἰλλυριῶν ἔθνεσι· κομίζουσι δʼ οὗτοι μὲν τὰ ἐκ θαλάττης, καὶ οἶνον ἐπὶ ξυλίνων πίθων ἁρμαμάξαις ἀναθέντες καὶ ἔλαιον, ἐκεῖνοι δʼ ἀνδράποδα καὶ βοσκήματα καὶ δέρματα. ἔξω δʼ ἐστὶ τῶν Ἑνετικῶν ὅρων ἡ Ἀκυληία. διορίζονται δὲ ποταμῷ ῥέοντι ἀπὸ τῶν Ἀλπείων ὀρῶν, ἀνάπλουν ἔχοντι καὶ διακοσίων σταδίων ἐπὶ τοῖς χιλίοις εἰς Νωρηίαν πόλιν, περὶ ἣν Γναῖος Κάρβων συμβαλὼν Κίμβροις οὐδὲν ἔπραξεν. ἔχει δὲ ὁ τόπος οὗτος χρυσιοπλύσια εὐφυῆ καὶ σιδηρουργεῖα. ἐν αὐτῷ δὲ τῷ μυχῷ τοῦ Ἀδρίου καὶ ἱερὸν τοῦ Διομήδους ἐστὶν ἄξιον μνήμης, τὸ Τίμαυον· λιμένα γὰρ ἔχει καὶ ἄλσος ἐκπρεπὲς καὶ πηγὰς ἑπτὰ ποταμίου ὕδατος εὐθὺς εἰς τὴν θάλατταν ἐκπίπτοντος, πλατεῖ καὶ βαθεῖ ποταμῷ. Πολύβιος δʼ εἴρηκε πλὴν μιᾶς τὰς ἄλλας ἁλμυροῦ ὕδατος, καὶ δὴ καὶ τοὺς ἐπιχωρίους πηγὴν καὶ μητέρα τῆς θαλάττης ὀνομάζειν τὸν τόπον. Ποσειδώνιος δέ φησι ποταμὸν τὸν Τίμαυον ἐκ τῶν ὀρῶν φερόμενον καταπίπτειν εἰς βέρεθρον, εἶθʼ ὑπὸ γῆς ἐνεχθέντα περὶ ἑκατὸν καὶ τριάκοντα σταδίους ἐπὶ τῇ θαλάττῃ τὴν ἐκβολὴν ποιεῖσθαι.τῆς δὲ τοῦ Διομήδους δυναστείας περὶ τὴν θάλατταν ταύτην αἵ τε Διομήδειοι νῆσοι μαρτύρια καὶ τὰ περὶ Δαυνίους καὶ τὸ Ἄργος τὸ Ἵππιον ἱστορούμενα· περὶ ὧν ἐροῦμεν ἐφʼ ὅσον πρὸς ἱστορίαν χρήσιμον, τὰ δὲ πολλὰ τῶν μυθευομένων ἢ κατεψευσμένων ἄλλως ἐᾶν δεῖ, οἷον τὰ περὶ Φαέθοντα καὶ τὰς Ἡλιάδας τὰς ἀπαιγειρουμένας περὶ τὸν Ἠριδανόν, τὸν μηδαμοῦ γῆς ὄντα, πλησίον δὲ τοῦ Πάδου λεγόμενον, καὶ τὰς Ἠλεκτρίδας νήσους τὰς πρὸ τοῦ Πάδου καὶ μελεαγρίδας ἐν αὐταῖς· οὐδὲ γὰρ τούτων οὐδέν ἐστιν ἐν τοῖς τόποις. τῷ δὲ Διομήδει παρὰ τοῖς Ἑνετοῖς ἀποδεδειγμέναι τινὲς ἱστοροῦνται τιμαί· καὶ γὰρ θύεται λευκὸς ἵππος αὐτῷ, καὶ δύο ἄλση τὸ μὲν Ἥρας Ἀργείας δείκνυται τὸ δʼ Ἀρτέμιδος Αἰτωλίδος. προσμυθεύουσι δʼ, ὡς εἰκός, τὸ ἐν τοῖς ἄλσεσι τούτοις ἡμεροῦσθαι τὰ θηρία καὶ λύκοις ἐλάφους συναγελάζεσθαι, προσιόντων δὲ τῶν ἀνθρώπων καὶ καταψώντων ἀνέχεσθαι, τὰ δὲ διωκόμενα ὑπὸ τῶν κυνῶν, ἐπειδὰν καταφύγῃ δεῦρο, μηκέτι διώκεσθαι. φασὶ δέ τινα τῶν πάνυ γνωριζόμενον ὡς εἴη φιλέγγυος καὶ σκωπτόμενον ἐπὶ τούτῳ περιτυχεῖν κυνηγέταις λύκον ἐν τοῖς δικτύοις ἔχουσιν· εἰπόντων δὲ κατὰ παιδιάν, εἰ ἐγγυᾶται τὸν λύκον ἐφʼ ᾧτε τὰς ζημίας ἃς εἴργασται διαλύσειν, ἀφήσειν αὐτὸν ἐκ τῶν λίνων, ὁμολογῆσαι. ἀφεθέντα δὲ τὸν λύκον ἵππων ἀγέλην ἀπελάσαντα ἀκαυτηριάστων ἱκανὴν προσαγαγεῖν πρὸς τὸν τοῦ φιλεγγύου σταθμόν· τὸν δʼ ἀπολαβόντα τὴν χάριν καυτηριάσαι τε τὰς ἵππους λύκον, καὶ κληθῆναι λυκοφόρους, τάχει μᾶλλον ἢ κάλλει διαφερούσας· τοὺς δʼ ἀπʼ ἐκείνου διαδεξαμένους τό τε καυτήριον φυλάξαι καὶ τοὔνομα τῷ γένει τῶν ἵππων, ἔθος δὲ ποιῆσαι θήλειαν μὴ ἐξαλλοτριοῦν, ἵνα μένοι παρὰ μόνοις τὸ γνήσιον γένος, ἐνδόξου γενομένης ἐνθένδε ἱππείας. νυνὶ δέ, ὥσπερ ἔφαμεν, πᾶσα ἐκλέλοιπεν ἡ τοιαύτη ἄσκησις. μετὰ δὲ τὸ Τίμαυον ἡ τῶν Ἰστρίων ἐστὶ παραλία μέχρι Πόλας, ἣ πρόσκειται τῇ Ἰταλίᾳ.μεταξὺ δὲ φρούριον Τεργέστε Ἀκυληίας διέχον ἑκατὸν καὶ ὀγδοήκοντα σταδίους· ἡ δὲ Πόλα ἵδρυται μὲν ἐν κόλπῳ λιμενοειδεῖ νησίδια ἔχοντι εὔορμα καὶ εὔκαρπα, κτίσμα δʼ ἐστὶν ἀρχαῖον Κόλχων τῶν ἐπὶ τὴν Μήδειαν ἐκπεμφθέντων, διαμαρτόντων δὲ τῆς πράξεως καὶ καταγνόντων ἑαυτῶν φυγήν τὸ μὲν φυγάδων κεν ἐνίσποι Γραικὸς ὡς Καλλίμαχος εἴρηκεν ἀτὰρ κείνων γλῶσσʼ ὀνόμηνε Πόλας. τὰ μὲν δὴ πέραν τοῦ Πάδου χωρία οἵ τε Ἑνετοὶ νέμονται καὶ οἱ Ἴστριοι μέχρι Πόλας. ὑπὲρ δὲ τῶν Ἑνετῶν Κάρνοι καὶ Κενόμανοι καὶ Μεδόακοι καὶ Ἴνσουβροι, ὧν οἱ μὲν πολέμιοι τοῖς Ῥωμαίοις ὑπῆρξαν, Κενόμανοι δὲ καὶ Ἑνετοὶ συνεμάχουν καὶ πρὸ τῆς Ἀννίβα στρατείας, ἡνίκα Βοΐους καὶ Ἰνσούβρους ἐπολέμουν, καὶ μετὰ ταῦτα.οἱ δʼ ἐντὸς τοῦ Πάδου κατέχουσι μὲν ἅπασαν ὅσην ἐγκυκλοῦται τὰ Ἀπέννινα ὄρη πρὸς τὰ Ἄλπεια μέχρι Γενούας καὶ τῶν Σαβάτων. κατεῖχον δὲ Βόιοι καὶ Λίγυες καὶ Σένονες καὶ Γαιζᾶται τὸ πλέον· τῶν δὲ Βοΐων ἐξελαθέντων, ἀφανισθέντων δὲ καὶ τῶν Γαιζατῶν καὶ Σενόνων, λείπεται τὰ Λιγυστικὰ φῦλα καὶ τῶν Ῥωμαίων αἱ ἀποικίαι. τοῖς δὲ Ῥωμαίοις ἀναμέμικται καὶ τὸ τῶν Ὀμβρικῶν φῦλον, ἔστι δʼ ὅπου καὶ Τυρρηνῶν. ταῦτα γὰρ ἄμφω τὰ ἔθνη πρὸ τῆς τῶν Ῥωμαίων ἐπὶ πλέον αὐξήσεως εἶχέ τινα πρὸς ἄλληλα περὶ πρωτείων ἅμιλλαν, καὶ μέσον ἔχοντα τὸν Τίβεριν ποταμὸν ῥᾳδίως ἐπιδιέβαινεν ἀλλήλοις. καὶ εἴ πού τινας ἐκστρατείας ἐποιοῦντο ἐπʼ ἄλλους οἱ ἕτεροι, καὶ τοῖς ἑτέροις ἔρις ἦν μὴ ἀπολείπεσθαι τῆς εἰς τοὺς αὐτοὺς τόπους ἐξόδου· καὶ δὴ καὶ τῶν Τυρρηνῶν στειλάντων στρατιὰν εἰς τοὺς περὶ τὸν Πάδον βαρβάρους καὶ πραξάντων εὖ, ταχὺ δὲ πάλιν ἐκπεσόντων διὰ τὴν τρυφήν, ἐπεστράτευσαν οἱ ἕτεροι τοῖς ἐκβαλοῦσιν· εἶτʼ ἐκ διαδοχῆς τῶν τόπων ἀμφισβητοῦντες πολλὰς τῶν κατοικιῶν τὰς μὲν Τυρρηνικὰς ἐποίησαν τὰς δʼ Ὀμβρικάς· πλείους δὲ τῶν Ὀμβρικῶν, οἳ ἐγγυτέρω ἦσαν οἱ δὲ Ῥωμαῖοι παραλαβόντες καὶ πέμψαντες ἐποίκους πολλαχοῦ συνεφύλαξαν καὶ τὰ τῶν προεποικησάντων γένη. καὶ νῦν Ῥωμαῖοι μέν εἰσιν ἅπαντες, οὐδὲν δʼ ἧττον Ὄμβροι τε τινὲς λέγονται καὶ Τυρρηνοί, καθάπερ Ἑνετοὶ καὶ Λίγυες καὶ Ἴνσουβροι.