̔ρεῖ δὲ καὶ ποταμὸς πλησίον, ἐκ τῆς Πυρήνης ἔχων τὰς ἀρχάς, ἡ δὲ ἐκβολὴ λιμήν ἐστι τοῖς Ἐμπορίταις. λινουργοὶ δὲ ἱκανῶς οἱ Ἐμπορῖται· χώραν δὲ τὴν μεσόγαιαν ἔχουσι τὴν μὲν ἀγαθὴν τὴν δὲ σπαρτοφόρον τῆς ἀχρηστοτέρας καὶ ἑλείας σχοίνου, καλοῦσι δὲ Ἰουγκάριον πεδίον· τινὲς δὲ καὶ τῶν τῆς Πυρήνης ἄκρων νέμονται τὰ μέχρι τῶν ἀναθημάτων τοῦ Πομπηίου, διʼ ὧν βαδίζουσιν εἰς τὴν ἔξω καλουμένην Ἰβηρίαν ἐκ τῆς Ἰταλίας καὶ μάλιστα τὴν Βαιτικήν. αὕτη δʼ ἡ ὁδὸς ποτὲ μὲν πλησιάζει τῇ θαλάττῃ ποτὲ δʼ ἀφέστηκε, καὶ μάλιστα ἐν τοῖς πρὸς ἑσπέραν μέρεσι. φέρεται δὲ ἐπὶ Ταρράκωνα, ἀπὸ τῶν ἀναθημάτων τοῦ Πομπηίου διὰ τοῦ Ἰουγκαρίου πεδίου καὶ Βετέρων καὶ τοῦ Μαραθῶνος καλουμένου πεδίου τῇ Λατίνῃ γλώττῃ, φύοντος πολὺ τὸ μάραθον· ἐκ δὲ τοῦ Ταρράκωνος ἐπὶ τὸν πόρον τοῦ Ἴβηρος κατὰ Δέρτωσσαν πόλιν· ἐντεῦθεν διὰ Σαγούντου καὶ Σαιτάβιος πόλεως ἐνεχθεῖσα κατὰ μικρὸν ἀφίσταται τῆς θαλάττης καὶ συνάπτει τῷ Σπαρταρίῳ ὡς ἂν Σχοινοῦντι καλουμένῳ πεδίῳ· τοῦτο δʼ ἐστὶ μέγα καὶ ἄνυδρον, τὴν σχοινοπλοκικὴν φύον σπάρτον ἐξαγωγὴν ἔχουσαν εἰς πάντα τόπον καὶ μάλιστα εἰς τὴν Ἰταλίαν. πρότερον μὲν οὖν διὰ μέσου τοῦ πεδίου καὶ Ἐγελάστας συνέβαινεν εἶναι τὴν ὁδὸν χαλεπὴν καὶ πολλήν, νυνὶ δὲ ἐπὶ τὰ πρὸς θαλάττῃ μέρη πεποιήκασιν αὐτήν, ἐπιψαύουσαν μόνον τοῦ Σχοινοῦντος, εἰς ταὐτὸ δὲ τείνουσαν τῇ προτέρᾳ, τὰ περὶ Καστλῶνα καὶ Ὀβούλκωνα, διʼ ὧν εἴς τε Κορδύβην καὶ εἰς Γάδειρα ἡ ὁδός, τὰ μέγιστα τῶν ἐμπορίων. διέχει δὲ τῆς Κορδύβης ἡ Ὀβούλκων περὶ τριακοσίους σταδίους. φασὶ δʼ οἱ συγγραφεῖς ἐλθεῖν Καίσαρα ἐκ Ῥώμης ἑπτὰ καὶ εἴκοσιν ἡμέραις εἰς τὴν Ὀβούλκωνα καὶ τὸ στρατόπεδον τὸ ἐνταῦθα, ἡνίκα ἔμελλε συνάπτειν τὸν περὶ τὴν Μοῦνδαν πόλεμον.̔η μὲν δὴ παραλία πᾶσα ἡ ἀπὸ στηλῶν μέχρι τῆς μεθορίας τῆς Ἰβήρων καὶ Κελτῶν τοιαύτη. ἡ δʼ ὑπερκειμένη μεσόγαια (λέγω δὲ τὴν ἐντὸς τῶν τε Πυρηναίων ὀρῶν καὶ τῆς προσαρκτίου πλευρᾶς μέχρι Ἀστύρων) δυεῖν μάλιστα ὄρεσι διορίζεται. τούτων δὲ τὸ μὲν παράλληλόν ἐστι τῇ Πυρήνῃ, τὴν ἀρχὴν ἀπὸ τῶν Καντάβρων ἔχον, τελευτὴν δʼ ἐπὶ τὴν καθʼ ἡμᾶς θάλατταν· καλοῦσι δὲ τοῦτο Ἰδουβέδαν· ἕτερον δʼ ἀπὸ τοῦ μέσου διῆκον ἐπὶ τὴν δύσιν, ἐκκλῖνον δὲ πρὸς νότον καὶ τὴν ἀπὸ στηλῶν παραλίαν· ὃ κατʼ ἀρχὰς μὲν γεώλοφόν ἐστι καὶ ψιλόν, διέξεισι δὲ τὸ καλούμενον Σπαρτάριον πεδίον, εἶτα συνάπτει τῷ δρυμῷ τῷ ὑπερκειμένῳ τῆς τε Καρχηδονίας καὶ τῶν περὶ τὴν Μάλακαν τόπων· καλεῖται δὲ Ὀροσπέδα. μεταξὺ μὲν δὴ τῆς Πυρήνης καὶ τῆς Ἰδουβέδας ὁ Ἴβηρ ῥεῖ ποταμός, παράλληλος τοῖς ὄρεσιν ἀμφοτέροις, πληρούμενος ἐκ τῶν ἐντεῦθεν καταφερομένων ποταμῶν καὶ τῶν ἄλλων ὑδάτων. ἐπὶ δὲ τῷ Ἴβηρι πόλις ἐστὶ Καισαραυγοῦστα καλουμένη καὶ Κέλσα κατοικία τις ἔχουσα γεφύρας λιθίνης διάβασιν. συνοικεῖται δὲ ὑπὸ πλειόνων ἐθνῶν ἡ χώρα, γνωριμωτάτου δὲ τοῦ τῶν Ἰακκητανῶν λεγομένου. τοῦτο δʼ ἀρξάμενον ἀπὸ τῆς παρωρείας τῆς κατὰ τὴν Πυρήνην εἰς τὰ πεδία πλατύνεται καὶ συνάπτει τοῖς περὶ Ἰλέρδαν καὶ Ὄσκαν χωρίοις, τοῖς τῶν Ἰλεργετῶν οὐ πολὺ ἄπωθεν τοῦ Ἴβηρος. ἐν δὲ ταῖς πόλεσι ταύταις ἐπολέμει τὸ τελευταῖον Σερτώριος καὶ ἐν Καλαγούρι Ὀυασκώνων πόλει καὶ τῆς παραλίας ἐν Ταρράκωνι καὶ ἐν τῷ Ἡμεροσκοπείῳ μετὰ τὴν ἐκ Κελτιβήρων ἔκπτωσιν, ἐτελεύτα δʼ ἐν Ὄσκᾳ. κἀν Ἰλέρδᾳ ὕστερον Ἀφράνιος καὶ Πετρήιος οἱ τοῦ Πομπηίου στρατηγοὶ κατεπολεμήθησαν ὑπὸ Καίσαρος τοῦ θεοῦ. διέχει δὲ ἡ Ἰλέρδα τοῦ μὲν Ἴβηρος ὡς ἐπὶ δύσιν ἰόντι σταδίους ἑκατὸν ἑξήκοντα, Ταρράκωνος δὲ πρὸς νότον περὶ τετρακοσίους ἑξήκοντα, πρὸς ἄρκτον δὲ Ὄσκας πεντακοσίους τετταράκοντα.διὰ τούτων δὲ τῶν μερῶν ἡ ἐκ Ταρράκωνος ἐπὶ τοὺς ἐσχάτους ἐπὶ τῷ ὠκεανῷ Ὀυάσκωνας τοὺς κατὰ Πομπέλωνα καὶ τὴν ἐπʼ αὐτῷ τῷ ὠκεανῷ Οἰασῶνα πόλιν ὁδός ἐστι σταδίων δισχιλίων τετρακοσίων πρὸς αὐτὰ τὰ τῆς Ἀκυιτανίας ὅρια καὶ τῆς Ἰβηρίας. Ἰακκητανοὶ δʼ εἰσὶν ἐν οἷς τότε μὲν Σερτώριος ἐπολέμει πρὸς Πομπήιον, ὕστερον δʼ ὁ τοῦ Πομπηίου υἱὸς Σέξτος πρὸς τοὺς Καίσαρος στρατηγούς. ὑπέρκειται δὲ τῆς Ἰακκητανίας πρὸς ἄρκτον τὸ τῶν Ὀυασκώνων ἔθνος, ἐν ᾧ πόλις Πομπέλων ὡς ἂν Πομπηιόπολις.αὐτῆς δὲ τῆς Πυρήνης τὸ μὲν Ἰβηρικὸν πλευρὸν εὔδενδρόν ἐστι παντοδαπῆς ὕλης καὶ τῆς ἀειθαλοῦς, τὸ δὲ Κελτικὸν ψιλόν, τὰ δὲ μέσα περιέχει καλῶς οἰκεῖσθαι δυναμένους αὐλῶνας. ἔχουσι δʼ αὐτοὺς Κερρητανοὶ τὸ πλέον τοῦ Ἰβηρικοῦ φύλου, παρʼ οἷς πέρναι διάφοροι συντίθενται ταῖς Κανταβρικαῖς ἐνάμιλλοι, πρόσοδον οὐ μικρὰν τοῖς ἀνθρώποις παρέχουσαι.̔υπερβαλόντι δὲ τὴν Ἰδουβέδαν ἡ Κελτιβηρία παραχρῆμα πολλὴ καὶ ἀνώμαλος, τὸ μέν τοι πλέον αὐτῆς ἐστὶ τραχὺ καὶ ποταμόκλυστον· διὰ γὰρ τούτων ὅ τε Ἄνας φέρεται καὶ ὁ Τάγος καὶ οἱ ἐφεξῆς ποταμοὶ οἱ πλείους οἱ ἐπὶ τὴν ἑσπερίαν θάλατταν καταφερόμενοι, τὴν ἀρχὴν ἔχοντες ἐκ τῆς Κελτιβηρίας· ὧν ὁ Δούριος φέρεται παρὰ τὴν Νομαντίαν καὶ τὴν Σεργουντίαν, ὁ δὲ Βαῖτις ἐκ τῆς Ὀροσπέδας τὰς ἀρχὰς ἔχων διὰ τῆς Ὠρητανίας εἰς τὴν Βαιτικὴν ῥεῖ. οἰκοῦσι δʼ ἐκ μὲν τῶν πρὸς ἄρκτον μερῶν τοῖς Κελτίβηρσι Βήρωνες Καντάβροις ὅμοροι τοῖς Κονίσκοις, καὶ αὐτοὶ τοῦ Κελτικοῦ στόλου γεγονότες, ὧν ἐστι πόλις Ὀυαρία κατὰ τὴν τοῦ Ἴβηρος διάβασιν κειμένη· συνεχεῖς δʼ εἰσὶ καὶ Βαρδυήταις, οὓς οἱ νῦν Βαρδούλους καλοῦσιν· ἐκ δὲ τοῦ ἑσπερίου τῶν τε Ἀστύρων τινὲς καὶ τῶν Καλλαϊκῶν καὶ Ὀυακκαίων, ἔτι δὲ Ὀυεττώνων καὶ Καρπητανῶν· ἐκ δὲ τῶν νοτίων Ὠρητανοί τε καὶ ὅσοι ἄλλοι τὴν Ὀροσπέδαν οἰκοῦσι Βαστητανῶν τε καὶ Ἐδητανῶν· πρὸς ἕω δὲ Ἰδουβέδα.