οὔτε δὲ τὰς τοσαύτας οἰκήσεις ἐπιτέον ὅσας ὑπαγορεύει τὸ λεχθὲν μεταξὺ διάστημα, οὔτε πάντα τὰ φαινόμενα θετέον, μεμνημένοις τοῦ γεωγραφικοῦ σχήματος. ἀρκτέον δʼ, ὥσπερ Ἵππαρχος, ἀπὸ τῶν νοτίων μερῶν.φησὶ δὴ τοῖς οἰκοῦσιν ἐπὶ τῷ διὰ τῆς Κινναμωμοφόρου παραλλήλῳ, ὃς ἀπέχει τῆς Μερόης τρισχιλίους σταδίους πρὸς νότον, τούτου δʼ ὁ ἰσημερινὸς ὀκτακισχιλίους καὶ ὀκτακοσίους, εἶναι τὴν οἴκησιν ἐγγυτάτω μέσην τοῦ τε ἰσημερινοῦ καὶ τοῦ θερινοῦ τροπικοῦ τοῦ κατὰ Συήνην· ἀπέχειν γὰρ τὴν Συήνην πεντακισχιλίους τῆς Μερόης· παρὰ δὲ τούτοις πρώτοις τὴν μικρὰν ἄρκτον ὅλην ἐν τῷ ἀρκτικῷ περιέχεσθαι καὶ ἀεὶ φαίνεσθαι· τὸν γὰρ ἐπʼ ἄκρας τῆς οὐρᾶς λαμπρὸν ἀστέρα, νοτιώτατον ὄντα, ἐπʼ αὐτοῦ ἱδρῦσθαι τοῦ ἀρκτικοῦ κύκλου ὥστʼ ἐφάπτεσθαι τοῦ ὁρίζοντος. τῷ δὲ λεχθέντι μεσημβρινῷ παράλληλός πως παράκειται ἕωθεν ὁ Ἀράβιος κόλπος· τούτου δʼ ἔκβασις εἰς τὸ ἔξω πέλαγος ἡ Κινναμωμοφόρος ἐστίν, ἐφʼ ἧς ἡ τῶν ἐλεφάντων γέγονε θήρα τὸ παλαιόν. ἐκπίπτει δʼ ὁ παράλληλος οὗτος τῇ μὲν ἐπὶ τοὺς νοτιωτέρους μικρὸν τῆς Ταπροβάνης ἢ ἐπὶ τοὺς ἐσχάτους οἰκοῦντας, τῇ δʼ ἐπὶ τὰ νοτιώτατα τῆς Λιβύης.τοῖς δὲ κατὰ Μερόην καὶ Πτολεμαΐδα τὴν ἐν τῇ Τρωγλοδυτικῇ ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ἐστι τρισκαίδεκα· ἔστι δʼ αὕτη ἡ οἴκησις μέση πως τοῦ τε ἰσημερινοῦ καὶ τοῦ διʼ Ἀλεξανδρείας παρὰ χιλίους καὶ ὀκτακοσίους τοὺς πλεονάζοντας πρὸς τῷ ἰσημερινῷ· διήκει δʼ ὁ διὰ Μερόης παράλληλος τῇ μὲν διʼ ἀγνωρίστων μερῶν, τῇ δὲ διὰ τῶν ἄκρων τῆς Ἰνδικῆς. ἐν δὲ Συήνῃ καὶ Βερενίκῃ τῇ ἐν τῷ Ἀραβίῳ κόλπῳ καὶ τῇ Τρωγλοδυτικῇ κατὰ θερινὰς τροπὰς ὁ ἥλιος κατὰ κορυφῆς γίνεται, ἡ δὲ μακροτάτη ἡμέρα ὡρῶν ἰσημερινῶν ἐστι τρισκαίδεκα καὶ ἡμιωρίου, ἐν δὲ τῷ ἀρκτικῷ φαίνεται καὶ ἡ μεγάλη ἄρκτος ὅλη σχεδόν τι πλὴν τῶν σκελῶν καὶ τοῦ ἄκρου τῆς οὐρᾶς καὶ ἑνὸς τῶν ἐν τῷ πλινθίῳ ἀστέρων. ὁ δὲ διὰ Συήνης παράλληλος τῇ μὲν διὰ τῆς τῶν Ἰχθυοφάγων τῶν κατὰ τὴν Γεδρωσίαν καὶ τῆς Ἰνδικῆς διήκει, τῇ δὲ διὰ τῶν νοτιωτέρων Κυρήνης πεντακισχιλίοις σταδίοις παρὰ μικρόν.̔́απασι δὲ τοῖς μεταξὺ κειμένοις τοῦ τε τροπικοῦ καὶ τοῦ ἰσημερινοῦ κύκλου μεταπίπτουσιν αἱ σκιαὶ ἐφʼ ἑκάτερα, πρός τε ἄρκτους καὶ μεσημβρίαν, τοῖς δʼ ἀπὸ Συήνης ἐκ τοῦ θερινοῦ τροπικοῦ πρὸς ἄρκτους πίπτουσιν αἱ σκιαὶ κατὰ μεσημβρίαν· καλοῦνται δʼ οἱ μὲν ἀμφίσκιοι οἱ δʼ ἑτερόσκιοι. ἔστι δέ τις καὶ ἄλλη διαφορὰ τοῖς ὑπὸ τῷ τροπικῷ, ἣν προείπομεν ἐν τῷ περὶ τῶν ζωνῶν λόγῳ. αὐτή τε γάρ ἐστιν δίαμμος καὶ σιλφιοφόρος καὶ ξηρά, τῶν νοτιωτέρων μερῶν εὐύδρων τε καὶ εὐκάρπων ὄντων.Ἐν δὲ τοῖς τοῦ διʼ Ἀλεξανδρείας καὶ Κυρήνης νοτιωτέροις ὅσον τετρακοσίοις σταδίοις, ὅπου ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δεκατεττάρων, κατὰ κορυφὴν γίνεται ὁ ἀρκτοῦρος μικρὸν ἐκκλίνων πρὸς νότον. ἐν δὲ τῇ Ἀλεξανδρείᾳ ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ πέντε πρὸς τρία. Καρχηδόνος δὲ νοτιώτεροί εἰσι χιλίοις καὶ τριακοσίοις σταδίοις, εἴπερ ἐν Καρχηδόνι ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ ἕνδεκα πρὸς τὰ ἑπτά. διήκει δʼ ὁ παράλληλος οὗτος τῇ μὲν διὰ Κυρήνης καὶ τῶν νοτιωτέρων Καρχηδόνος ἐνακοσίοις σταδίοις μέχρι Μαυρουσίας μέσης, τῇ δὲ διʼ Αἰγύπτου καὶ Κοίλης Συρίας καὶ τῆς ἄνω Συρίας καὶ Βαβυλωνίας καὶ Σουσιάδος Περσίδος Καρμανίας Γεδρωσίας τῆς ἄνω μέχρι τῆς Ἰνδικῆς.Ἐν δὲ τοῖς περὶ Πτολεμαΐδα τὴν ἐν τῇ Φοινίκῃ καὶ Σιδῶνα καὶ Τύρον ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ τετάρτου· βορειότεροι δʼ εἰσὶν οὗτοι Ἀλεξανδρείας μὲν ὡς χιλίοις ἑξακοσίοις σταδίοις, Καρχηδόνος δὲ ὡς ἑπτακοσίοις. ἐν δὲ τῇ Πελοποννήσῳ καὶ περὶ τὰ μέσα τῆς Ῥοδίας καὶ περὶ Ξάνθον τῆς Λυκίας ἢ τὰ μικρῷ νοτιώτερα καὶ ἔτι τὰ Συρακοσίων νοτιώτερα τετρακοσίοις σταδίοις, ἐνταῦθα ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ ἡμίσους· ἀπέχουσι δʼ οἱ τόποι οὗτοι Ἀλεξανδρείας μὲν τρισχιλίους ἑξακοσίους τετταράκοντα · διήκει δʼ ὁ παράλληλος οὗτος κατʼ Ἐρατοσθένη διὰ Καρίας Λυκαονίας Καταονίας Μηδίας Κασπίων πυλῶν Ἰνδῶν τῶν κατὰ Καύκασον.Ἐν δὲ τοῖς περὶ Ἀλεξάνδρειαν μέρεσι τῆς Τρῳάδος, κατʼ Ἀμφίπολιν καὶ Ἀπολλωνίαν τὴν ἐν Ἠπείρῳ, καὶ τοὺς Ῥώμης μὲν νοτιωτέρους βορειοτέρους δὲ Νεαπόλεως, ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκαπέντε ἀπέχει δὲ ὁ παράλληλος οὗτος τοῦ μὲν διʼ Ἀλεξανδρείας τῆς πρὸς Αἰγύπτῳ ὡς ἑπτακισχιλίους σταδίους πρὸς ἄρκτον, τοῦ δʼ ἰσημερινοῦ ὑπὲρ δισμυρίους ὀκτακισχιλίους ὀκτακοσίους, τοῦ δὲ διὰ Ῥόδου τρισχιλίους τετρακοσίους, πρὸς νότον δὲ Βυζαντίου καὶ Νικαίας καὶ τῶν περὶ Μασσαλίαν χιλίους πεντακοσίους, μικρὸν δʼ ἀρκτικώτερός ἐστιν ὁ διὰ Λυσιμαχείας, ὅν φησιν Ἐρατοσθένης διὰ Μυσίας εἶναι καὶ Παφλαγονίας καὶ τῶν περὶ Σινώπην καὶ Ὑρκανίαν καὶ Βάκτρα.Ἐν δὲ τοῖς περὶ τὸ Βυζάντιον ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δεκαπέντε καὶ τετάρτου, ὁ δὲ γνώμων πρὸς τὴν σκιὰν λόγον ἔχει ἐν τῇ θερινῇ τροπῇ ὃν τὰ ἑκατὸν εἴκοσι πρὸς τετταράκοντα δύο λείποντα πέμπτῳ. ἀπέχουσι δʼ οἱ τόποι οὗτοι τοῦ διὰ μέσης τῆς Ῥοδίας περὶ τετρακισχιλίους καὶ ἐνακοσίους, τοῦ δʼ ἰσημερινοῦ ὡς τρισμυρίους τριακοσίους. εἰσπλεύσασι δʼ εἰς τὸν Πόντον καὶ προελθοῦσιν ἐπὶ τὰς ἄρκτους ὅσον χιλίους καὶ τετρακοσίους ἡ μεγίστη ἡμέρα γίνεται ὡρῶν ἰσημερινῶν δεκαπέντε καὶ ἡμίσους ἀπέχουσι δʼ οἱ τόποι οὗτοι ἴσον ἀπό τε τοῦ πόλου καὶ τοῦ ἰσημερινοῦ κύκλου, καὶ ὁ ἀρκτικὸς κύκλος κατὰ κορυφὴν αὐτοῖς ἐστιν, ἐφʼ οὗ κεῖται ὅ τʼ ἐν τῷ τραχήλῳ τῆς Κασσιεπείας καὶ ὁ ἐν τῷ δεξιῷ ἀγκῶνι τοῦ Περσέως μικρῷ βορειότερος ὤν.