Ἐφεξῆς δὲ τοῖς ἐντὸς τοῦ Ταύρου οἵ τε τὰ ὄρη κατέχοντες Παροπαμισάδαι καὶ τὰ Παρθυαίων τε καὶ Μήδων καὶ Ἀρμενίων καὶ Κιλίκων ἔθνη καὶ Κατάονες καὶ Πισίδαι. μετὰ δὲ τοὺς ὀρείους ἐστὶ τὰ ἐκτὸς τοῦ Ταύρου. πρώτη δʼ ἐστὶ τούτων ἡ Ἰνδική, ἔθνος μέγιστον τῶν πάντων καὶ εὐδαιμονέστατον, τελευτῶν πρός τε τὴν ἑῴαν θάλατταν καὶ τὴν νοτίαν τῆς Ἀτλαντικῆς. ἐν δὲ τῇ νοτίᾳ ταύτῃ θαλάττῃ πρόκειται τῆς Ἰνδικῆς νῆσος οὐκ ἐλάττων τῆς Βρεττανικῆς ἡ Ταπροβάνη· μετὰ δὲ τὴν Ἰνδικὴν ἐπὶ τὰ ἑσπέρια νεύουσιν, ἐν δεξιᾷ δʼ ἔχουσι τὰ ὄρη χώρα ἐστὶ συχνή, φαύλως οἰκουμένη διὰ λυπρότητα ὑπʼ ἀνθρώπων τελέως βαρβάρων οὐχ ὁμοεθνῶν· καλοῦσι δʼ Ἀριανούς, ἀπὸ τῶν ὀρῶν διατείνοντας μέχρι Γεδρωσίας καὶ Καρμανίας. ἑξῆς δέ εἰσι πρὸς μὲν τῇ θαλάττῃ Πέρσαι καὶ Σούσιοι καὶ Βαβυλώνιοι καθήκοντες ἐπὶ τὴν κατὰ Πέρσας θάλατταν καὶ τὰ περιοικοῦντα τούτους ἔθνη μικρά, πρὸς δὲ τοῖς ὄρεσιν ἢ ἐν αὐτοῖς τοῖς ὄρεσι Παρθυαῖοι καὶ Μῆδοι καὶ Ἀρμένιοι καὶ τὰ τούτοις πρόσχωρα ἔθνη καὶ ἡ Μεσοποταμία. μετὰ δὲ τὴν Μεσοποταμίαν τὰ ἐντὸς Εὐφράτου· ταῦτα δʼ ἐστὶν ἥ τε εὐδαίμων Ἀραβία πᾶσα, ἀφοριζομένη τῷ τε Ἀραβίῳ κόλπῳ παντὶ καὶ τῷ Περσικῷ, καὶ ὅσην οἱ Σκηνῖται καὶ οἱ Φύλαρχοι κατέχουσιν οἱ ἐπὶ τὸν Εὐφράτην καθήκοντες καὶ τὴν Συρίαν· εἶθʼ οἱ πέραν τοῦ Ἀραβίου κόλπου μέχρι Νείλου, Αἰθίοπές τε καὶ Ἄραβες, καὶ οἱ μετʼ αὐτοὺς Αἰγύπτιοι καὶ Σύροι καὶ Κίλικες οἵ τε ἄλλοι καὶ οἱ Τραχειῶται λεγόμενοι, τελευταῖοι δὲ Πάμφυλοι.μετὰ δὲ τὴν Ἀσίαν ἐστὶν ἡ Λιβύη συνεχὴς οὖσα τῇ τε Αἰγύπτῳ καὶ τῇ Αἰθιοπίᾳ, τὴν μὲν καθʼ ἡμᾶς ᾐόνα ἐπʼ εὐθείας ἔχουσα, σχεδόν τι μέχρι στηλῶν ἀπὸ Ἀλεξανδρείας ἀρξαμένην, πλὴν τῶν Σύρτεων καὶ εἴ πού τις ἄλλη κόλπων ἐπιστροφὴ μετρία καὶ τῶν ταύτην ποιούντων ἀκρωτηρίων ἐξοχή· τὴν δὲ παρωκεανῖτιν ἀπὸ τῆς Αἰθιοπίας μέχρι τινός, ὡς ἂν παράλληλον οὖσαν τῇ προτέρᾳ, μετὰ δὲ ταῦτα συναγομένην ἀπὸ τῶν νοτίων μερῶν εἰς ὀξεῖαν ἄκραν, μικρὸν ἔξω στηλῶν προπεπτωκυῖαν καὶ ποιοῦσαν τραπέζιόν πως τὸ σχῆμα. ἔστι δʼ, ὥσπερ οἵ τε ἄλλοι δηλοῦσι καὶ δὴ καὶ Γναῖος Πείσων ἡγεμὼν γενόμενος τῆς χώρας διηγεῖτο ἡμῖν, ἐοικυῖα παρδαλῇ· κατάστικτος γάρ ἐστιν οἰκήσεσι περιεχομέναις ἀνύδρῳ καὶ ἐρήμῳ γῇ· καλοῦσι δὲ τὰς τοιαύτας οἰκήσεις αὐάσεις οἱ Αἰγύπτιοι. τοιαύτη δὲ οὖσα ἔχει τινὰς ἄλλας διαφορὰς τριχῆ διαιρουμένας· τῆς μὲν γὰρ καθʼ ἡμᾶς παραλίας εὐδαίμων ἐστὶν ἡ πλείστη σφόδρα, καὶ μάλιστα ἡ Κυρηναία καὶ ἡ περὶ Καρχηδόνα μέχρι Μαυρουσίων καὶ τῶν Ἡρακλείων στηλῶν· οἰκεῖται δὲ μετρίως καὶ ἡ παρωκεανῖτις, ἡ δὲ μέση φαύλως ἡ τὸ σίλφιον φέρουσα, ἔρημος ἡ πλείστη καὶ τραχεῖα καὶ ἀμμώδης. τὸ δʼ αὐτὸ πέπονθε καὶ ἡ ἐπʼ εὐθείας ταύτῃ διά τε τῆς Αἰθιοπίας διήκουσα τῆς τε Τρωγλοδυτικῆς καὶ τῆς Ἀραβίας καὶ τῆς Γεδρωσίας τῆς τῶν Ἰχθυοφάγων. νέμεται δʼ ἔθνη τὴν Λιβύην τὰ πλεῖστα ἄγνωστα· οὐ πολλὴν γὰρ ἐφοδεύεσθαι συμβαίνει στρατοπέδοις οὐδʼ ἀλλοφύλοις ἀνδράσιν, οἱ δʼ ἐπιχώριοι καὶ ὀλίγοι παρʼ ἡμᾶς ἀφικνοῦνται πόρρωθεν, καὶ οὐ πιστὰ οὐδὲ πάντα λέγουσιν· ὅμως δʼ οὖν τὰ λεγόμενα τοιαῦτά ἐστι.τοὺς μὲν μεσημβρινωτάτους Αἰθίοπας προσαγορεύουσι, τοὺς δʼ ὑπὸ τούτοις τοὺς πλείστους Γαράμαντας καὶ Φαρουσίους καὶ Νιγρίτας, τοὺς δʼ ἔτι ὑπὸ τούτοις Γαιτούλους, τοὺς δὲ τῆς θαλάττης ἐγγὺς ἢ καὶ ἁπτομένους αὐτῆς πρὸς Αἰγύπτῳ μὲν Μαρμαρίδας μέχρι τῆς Κυρηναίας, ὑπὲρ δὲ ταύτης καὶ τῶν Σύρτεων Ψύλλους καὶ Νασαμῶνας καὶ τῶν Γαιτούλων τινάς, εἶτʼ Ἀσβύστας καὶ Βυζακίους μέχρι τῆς Καρχηδονίας. πολλὴ δʼ ἐστὶν ἡ Καρχηδονία· συνάπτουσι δʼ οἱ νομάδες αὐτῇ· τούτων δὲ τοὺς γνωριμωτάτους τοὺς μὲν Μασυλιεῖς τοὺς δὲ Μασαισυλίους προσαγορεύουσιν· ὕστατοι δʼ εἰσὶ Μαυρούσιοι. πᾶσα δʼ ἡ ἀπὸ Καρχηδόνος μέχρι στηλῶν ἐστιν εὐδαίμων, θηριοτρόφος δέ, ὥσπερ καὶ ἡ μεσόγαια πᾶσα. οὐκ ἀπεικὸς δὲ καὶ νομάδας λεχθῆναί τινας αὐτῶν, οὐ δυναμένους γεωργεῖν διὰ τὸ πλῆθος τῶν θηρίων τὸ παλαιόν· οἱ δὲ νῦν ἅμα τῇ ἐμπειρίᾳ τῆς θήρας διαφέροντες, καὶ τῶν Ῥωμαίων προσλαμβανόντων πρὸς τοῦτο διὰ τὴν σπουδὴν τὴν περὶ τὰς θηριομαχίας, ἀμφοτέρων περιγίνονται καὶ τῶν θηρίων καὶ τῆς γεωργίας. τοσαῦτα καὶ περὶ τῶν ἠπείρων λέγομεν.λοιπὸν εἰπεῖν περὶ τῶν κλιμάτων, ὅπερ καὶ αὐτὸ ἔχει καθολικὴν ὑποτύπωσιν, ὁρμηθεῖσιν ἐκ τῶν γραμμῶν ἐκείνων, ἃ στοιχεῖα ἐκαλέσαμεν, λέγω δὲ τῆς τε τὸ μῆκος ἀφοριζούσης τὸ μέγιστον καὶ τῆς τὸ πλάτος, μάλιστα δὲ τῆς τὸ πλάτος. τοῖς μὲν οὖν ἀστρονομικοῖς ἐπὶ πλέον τοῦτο ποιητέον, καθάπερ Ἵππαρχος ἐποίησεν. ἀνέγραψε γάρ, ὡς αὐτός φησι, τὰς γινομένας ἐν τοῖς οὐρανίοις διαφορὰς καθʼ ἕκαστον τῆς γῆς τόπον τῶν ἐν τῷ καθʼ ἡμᾶς τεταρτημορίῳ τεταγμένων, λέγω δὲ τῶν ἀπὸ τοῦ ἰσημερινοῦ μέχρι τοῦ βορείου πόλου. τοῖς δὲ γεωγραφοῦσιν οὔτε τῶν ἔξω τῆς καθʼ ἡμᾶς οἰκουμένης φροντιστέον, οὔτʼ ἐν αὐτοῖς τοῖς τῆς οἰκουμένης μέρεσι τὰς τοιαύτας καὶ τοσαύτας διαφορὰς παραδεκτέον τῷ πολιτικῷ· περισκελεῖς γάρ εἰσιν. ἀλλʼ ἀρκεῖ τὰς σημειώδεις καὶ ἁπλουστέρας ἐκθέσθαι τῶν ὑπʼ αὐτοῦ λεχθεισῶν, ὑποθεμένοις, ὥσπερ ἐκεῖνος, εἶναι τὸ μέγεθος τῆς γῆς σταδίων εἴκοσι πέντε μυριάδων καὶ δισχιλίων, ὡς καὶ Ἐρατοσθένης ἀποδίδωσιν· οὐ μεγάλη γὰρ παρὰ τοῦτʼ ἔσται διαφορὰ πρὸς τὰ φαινόμενα ἐν τοῖς μεταξὺ τῶν οἰκήσεων διαστήμασιν. εἰ δή τις εἰς τριακόσια ἑξήκοντα τμήματα τέμοι τὸν μέγιστον τῆς γῆς κύκλον, ἔσται ἑπτακοσίων σταδίων ἕκαστον τῶν τμημάτων· τούτῳ δὴ χρῆται μέτρῳ πρὸς τὰ διαστήματα τὰ ἐν τῷ λεχθέντι διὰ Μερόης μεσημβρινῷ λαμβάνεσθαι μέλλοντα. ἐκεῖνος μὲν δὴ ἄρχεται ἀπὸ τῶν ἐν τῷ ἰσημερινῷ οἰκούντων, καὶ λοιπὸν ἀεὶ διʼ ἑπτακοσίων σταδίων τὰς ἐφεξῆς οἰκήσεις ἐπιὼν κατὰ τὸν λεχθέντα μεσημβρινὸν πειρᾶται λέγειν τὰ παρʼ ἑκάστοις φαινόμενα· ἡμῖν δʼ οὐκ ἐντεῦθεν ἀρκτέον. καὶ γὰρ εἰ οἰκήσιμα ταῦτά ἐστιν, ὥσπερ οἴονταί τινες, ἰδία γέ τις οἰκουμένη αὕτη ἐστί, διὰ μέσης τῆς ἀοικήτου διὰ καῦμα στενὴ τεταμένη, οὐκ οὖσα μέρος τῆς καθʼ ἡμᾶς οἰκουμένης· ὁ δὲ γεωγράφος ἐπισκοπεῖ ταύτην μόνην τὴν καθʼ ἡμᾶς οἰκουμένην. αὕτη δʼ ἀφορίζεται πέρασι νοτίῳ μὲν τῷ διὰ τῆς Κινναμωμοφόρου παραλλήλῳ, βορείῳ δὲ τῷ διὰ Ἰέρνης·